111. ΚΑΡΧΗΔΩΝ. Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις -Φοινίκων καὶ λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία ἐν τῇ Ἑρμαίᾳ ἄκρα, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα μικρὸν ἀπὸ Ἑρμαίας εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων οἰκούμεναι· Μελίτη πόλις καὶ λιμὴν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ Καρχδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα ἢ Ἱππὼν πόλις, καὶ λίμνη ἐπʼ αὐτῇ ἐστὶ, καὶ νῆσοι ἐν τῇ λίμνῃ, καὶ περὶ τὴν λίμνην πόλεις (ἐν ταῖς νήσοις) αἵδε· Ψέγας πόλις, καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί Πιθηκοῦσαι καὶ λιμήν· κατʼ ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῇ νήσῳ Εὔβοια· Θάψα καὶ πόλις καὶ λιμὴν, Καύκακις πόλις καὶ λιμὴν, Σίδα πόλις, Ἰουλίου ἄκρα, πόλις καὶ λιμὴν, Ἕβδομος πόλις καὶ λιμὴν, Ἀκίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι, Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν· καὶ κόλπος. Ἐν δὲ τῷ κόλπῳ Βαρτὰς νῆσος καὶ λιμὴν, Χάλκα πόλις ἐν τῷ ποταμῷ, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμὴν, Σίγη πόλις ἐν τῷ ποταμῷ, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη καὶ λιμὴν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῇ, ἔρημος νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη ἡ ἐν Λιβύῃ, ἄκρα Ἀβιθυκὴ καὶ πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφʼ Ἡρακλείους στήλας τοῦ καλλίστου πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἔπτά. ΓΑΔΕΙΡΑ. Εἰσὶ νῆσοι αὗται πρὸς τῇ Εὐρώπῃ τούτων ἡ ἑτέρα πόλιν ἔχει· καὶ Ἡράκλειοι στῆλαι κατὰ ταύτας, ἡ μὲν ἐν τῇ Αιβύῃ ταπεινὴ, ἡ δὲ ἐν τῇ Εὐρώπῃ ὑψηλή. Αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων· διέχουσι δὲ αὗται ἀπʼ ἀλλήλων πλοῦν ἡμέρας. Παράπλους Λιβύης ἀπ’ Αἰγύπτου τοῦ Κανωπικοῦ στόματος μέχρι Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτὰ, ἅπερ ἐν Ἀσίᾳ καὶ Εὐρώπη γέγραπται, κατὰ τοὺς κόλπους κύκλῳ περιπλέοντι ἡμερῶν οδ΄. Ὅσα γέγραπται πολίσματα ἢ ἐμπόρια ἐν τῇ Λιβύη, ἀπὸ τῆς Σύρτιδος τῆς παῤ Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύῃ, πάντα ἐστὶ Καρχηδονίων.