<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="111"><p>111. ΚΑΡΧΗΔΩΝ. Μετὰ δὲ τὸν ἰσθμὸν Καρχηδών ἐστι, πόλις -Φοινίκων καὶ
                            λιμήν. Παράπλους ἀπὸ Ἑρμαίας ἥμισυ ἡμέρας εἰς Καρχηδόνα. Ἔπεισι δὲ νησία
                            ἐν τῇ Ἑρμαίᾳ ἄκρα, Ποντία νῆσος καὶ Κόσυρος. Πλοῦς δὲ ἀπὸ Ἑρμαίας ἐπὶ
                            Κόσυρον ἡμέρας. Ἀπὸ Ἑρμαίας ἄκρας πρὸς ἥλιον ἀνίσχοντα <del>μικρὸν ἀπὸ
                                Ἑρμαίας</del> εἰσὶ νῆσοι τρεῖς μικραὶ κατὰ τοῦτο, ὑπὸ Καρχηδονίων
                            οἰκούμεναι· Μελίτη πόλις καὶ λιμὴν, Γαῦλος πόλις, Λαμπάς· αὕτη πύργους
                            ἔχει δύο ἢ τρεῖς. Ἀπὸ δὲ Κοσύρου ἐπὶ Λιλύβαιον ἀκρωτήριον Σικελίας πλοῦς
                            ἡμέρας μιᾶς. Μετὰ Καρχηδόνα Ἰτύκη πόλις καὶ λιμήν. Παράπλους δὲ ἀπὸ
                            Καρχδόνος εἰς Ἰτύκην μιᾶς ἡμέρας. Ἀπὸ Ἰτύκης Ἵππου Ἄκρα <del>ἢ</del>
                            Ἱππὼν πόλις, καὶ λίμνη ἐπʼ αὐτῇ ἐστὶ, <pb n="90"/> καὶ νῆσοι ἐν τῇ
                            λίμνῃ, καὶ περὶ τὴν λίμνην πόλεις (ἐν ταῖς νήσοις) αἵδε· Ψέγας πόλις,
                            καὶ ἀπαντίον αὐτῆς νῆσοι Ναξικαὶ πολλαί Πιθηκοῦσαι καὶ λιμήν· κατʼ
                            ἐναντίον αὐτῶν καὶ νῆσος καὶ πόλις ἐν τῇ νήσῳ Εὔβοια· Θάψα καὶ πόλις καὶ
                            λιμὴν, Καύκακις πόλις καὶ λιμὴν, Σίδα πόλις, Ἰουλίου ἄκρα, πόλις καὶ
                            λιμὴν, Ἕβδομος πόλις καὶ λιμὴν, Ἀκίον νῆσος, πόλις καὶ λιμὴν ἔπεστι,
                            Ψαμαθὸς νῆσος, πόλις καὶ λιμήν· καὶ κόλπος. Ἐν δὲ τῷ κόλπῳ Βαρτὰς νῆσος
                            καὶ λιμὴν, Χάλκα πόλις ἐν τῷ ποταμῷ, Ἀρύλων πόλις, Μὴς πόλις καὶ λιμὴν,
                            Σίγη πόλις ἐν τῷ ποταμῷ, καὶ πρὸ τοῦ ποταμοῦ νῆσος Ἄκρα, πόλις μεγάλη
                                <del>καὶ</del> λιμὴν, Ἄκρος ἡ πόλις καὶ ὁ κόλπος ἐν αὐτῇ, ἔρημος
                            νῆσος Δρίναυπα ὄνομα, Ἡράκλειος στήλη <del>ἡ</del> ἐν Λιβύῃ, ἄκρα
                            Ἀβιθυκὴ <del>καὶ</del> πόλις ἐν ποταμῷ καὶ ἀντίον αὐτῆς τὰ Γάδειρα
                            νῆσοι. Ἀπὸ Καρχηδόνος ταύτῃ ἐστὶν ἐφʼ Ἡρακλείους στήλας τοῦ καλλίστου
                            πλοῦ παράπλους ἡμερῶν ἑπτὰ καὶ νυκτῶν ἔπτά. ΓΑΔΕΙΡΑ. Εἰσὶ <pb n="91"/>
                            νῆσοι αὗται πρὸς τῇ Εὐρώπῃ τούτων ἡ ἑτέρα πόλιν ἔχει· καὶ Ἡράκλειοι
                            στῆλαι κατὰ ταύτας, ἡ μὲν ἐν τῇ Αιβύῃ ταπεινὴ, ἡ δὲ ἐν τῇ Εὐρώπῃ ὑψηλή.
                            Αὗται δέ εἰσιν ἄκραι καταντικρὺ ἀλλήλων· διέχουσι δὲ αὗται ἀπʼ ἀλλήλων
                            πλοῦν ἡμέρας. Παράπλους Λιβύης ἀπ’ Αἰγύπτου τοῦ Κανωπικοῦ στόματος μέχρι
                            Ἡρακλείων στηλῶν, τιθεμένου τοῦ λογισμοῦ κατὰ ταὐτὰ, ἅπερ ἐν Ἀσίᾳ καὶ
                            Εὐρώπη γέγραπται, κατὰ τοὺς κόλπους κύκλῳ περιπλέοντι ἡμερῶν οδ΄. Ὅσα
                            γέγραπται πολίσματα ἢ ἐμπόρια ἐν τῇ Λιβύη, ἀπὸ τῆς Σύρτιδος τῆς παῤ
                            Ἑσπερίδας μέχρι Ἡρακλείων στηλῶν ἐν Λιβύῃ, πάντα ἐστὶ Καρχηδονίων.</p></div><div type="textpart" subtype="section" n="112"><p>112. Μετὰ δὲ Ἡρακλείους στήλας εἰς τὸ ἔξω πλέοντι, ἔχοντι τὴν Λιβύην ἐν
                            ἀριστερᾷ, κόλπος ἐστὶ μέγας μέχρι Ἑρμαίας ἄκρας. Ἔστι γὰρ καὶ ἐνταῦθα
                            Ἑρμαία ἄκρα. Κατὰ δὲ μέσον τὸν κόλπον κεῖται Ποντίων τόπος καὶ πόλις.
                            Περὶ δὲ τὴν πόλιν λίμνη κεῖται μεγάλη, ἐν δὲ τῇ λίμνη ταύτῃ κεῖνται
                            νῆσοι πολλαί. Περὶ δὲ τὴν λίμνην πέφυκε κάλαμος καὶ κύπειρος καὶ φλέως
                            καὶ θρυόν. Αἱ δὲ ὄρνιθες αἱ Μελεαγρίδες <pb n="92"/> ἐνταῦθά εἰσιν,
                            ἄλλου δὲ οὐδαμοῦ, ἂν μὴ ἐντεῦθεν ἐξαχθῶσιν. Τῇ δὲ λίμνη ταύτῃ ὄνομα
                            Κηφησιὰς, τῷ δὲ κόλπῳ Κώτης. Ἔστι δὲ Ἡρακλείων στηλῶν καὶ Ἑρμαίας ἄκρας
                            ἐν τῷ μεταξύ. Ἀπὸ δὲ τῆς Ἑρμαίας ἄκρας ἕρματα τέταται μεγάλα, ἀπὸ δὴ τῆς
                            Λιβύης ἐπὶ τὴν Εὐρώπην, οὐχ ὑπερέχοντα τῆς θαλάττης ἐπικλύζμει δὲ ἐπʼ
                            αὐτὰ ἐνιαχῆ. Τέταται δὲ τὸ ἕρμα ἐπὶ ἑτέραν ἄκραν τῆς Εὐρώπης τὸ
                            καταντικρύ· τῇ δὲ ἄκρᾳ ταύτῃ ὄνομα Ἱερὸν ἀκρωτήριον. Ἀπὸ δὲ τῆς Ἑρμαίας
                            ἄκρας ποταμός ἐστιν Ἀνίδης· ἐξίησι δὲ οὗτος εἰς λίμνην μεγάλην. Μετὰ δὲ
                            Ἀνίδην (εἶτά) ἐστιν ἄλλος ποταμὸς μέγας Λίξος καὶ πόλις Φοινίκων Λίξος,
                            καὶ ἑτέρα πόλις Λιβύων ἐστὶ πέραν τοῦ <pb n="93"/> ποταμοῦ καὶ λιμήν.
                            Μετὰ δὲ Λίξον Κράβις ποταμὸς καὶ λιμὴν καὶ πόλις Φοινίκων Θυμιατηρία
                            ὄνομα. Ἀπὸ Θυμιατηρίας <gap reason=" omitted"/> εἰς Σολόεντα ἄκραν, ἢ
                            ἀνέχει μάλιστα εἰς τὸν πόντον. Τῆς δὲ Λιβύης πᾶσα αὕτη ἡ χώρα
                            ὀνομαστοτάτη καὶ ἱερωτάτη. Ἐπὶ δὲ τῷ ἀκρωτηρίῳ τῆς ἄκρας ἔπεστι βωμὸς
                            μέγας, ποινῆς <gap reason=" omitted"/>, Ποσειδῶνος. Ἐν δὲ τῷ βωμῷ εἰσὶ
                            γεγραμμένοι ἀνδριάντες, λέοντες, δελφλῖνες· Δαίδαλον δέ φασι ποιῆσαι.
                            Ἀπὸ δὲ Σολόεντος ἄκρας ποταμός ἐστιν, ᾧ ὄνομα Ξιῶν. Περὶ τοῦτον τὸν
                            ποταμὸν περιοικοῦσιν Αἰθίοπες ἱεροί. Κατὰ δὲ ταῦτα νῆσός ἐστιν, ᾗ ὄνομα
                            Κέρνη. Παράπλους δὲ ἀπὸ Ἡρακλείων στηλῶν ἐπὶ Ἑρμαῖαν ἄκραν ἡμερῶν δύο.
                            Ἀπὸ δὲ Ἑρμαίας ἄκρας εἰς Σολόεντα ἄκραν παράπλους ἡμερῶν τριῶν. Ἀπὸ δὲ
                            Σολόεντος εἰς Κέρνην παράπλους ἡμερῶν ἑπτά. Σύμπας δὲ ὁ παράπλους οὗτός
                            ἐστι ἀπὸ Ἡρακλείων στηλῶν εἰς Κέρνην νῆσον ἡμερῶν δώδεκα. Τῆς Κέρνης δὲ
                            νήσου τὰ ἐπέκεινα οὐκέτι ἐστὶ πλωτὰ διὰ βραχύτητα θαλάττης καὶ πηλὸν καὶ
                            φῦκος. Ἔστι δὲ τὸ <pb n="94"/> φῦκος τῆς δοχμῆς τὸ πλάτος καὶ ἄνωθεν
                            ὀξὺ, ὥστε κεντεῖν. Οἱ δὲ ἔμποροί εἰσι μὲν Φοίνικες ἐπὰν δὲ ἀφίκωνται εἰς
                            τὴν νῆσον τὴν Κέρνην, τοὺς μὲν γαύλους καθορμίζουσιν, ἐν τῇ Κέρνῃ σκηνὰς
                            ποιησάμενοι αὑτοῖς· τὸν δὲ φόρτον ἐξελόμενοι αὐτοὶ διακομίζουσιν ἐν
                            μικροῖς πλοίοις εἰς τὴν ἤπειρον. Εἰσὶ δὲ Αἰθίοπες πρὸς τὴν ἤπειρον. Εἰσὶ
                            δὲ οὗτοι οἱ Αἰθίοπες, πρὸς οὓς διατίθενται. Πωλοῦσι δὲ πρὸς δέρματα
                            ἐλάφων καὶ λεόντων καὶ παρδάλεων καὶ δέρματα ἐλεφάντων καὶ ὀδόντας, καὶ
                            τῶν ἡμέρων βοσκημάτων. Οἱ Αἰθίοπες χρῶνται κόσμῳ <gap reason=" omitted"/> στίκτοις, καὶ ἐκπώμασι τοῦ ἐλέφαντος φιάλαις· καὶ αἱ γυναῖκες αὐτῶν
                            χρῶνται κόσμῳ ψελίοις τοῦ ἐλέφαντος· χρῶνται δὲ καὶ πρὸς τοὺς ἵππους
                            ἐλεφαντίνῳ κόσμῳ. Εἰεὶ δὲ οὗτοι οἱ Αἰθίοπες μέγιστοι ἀνθρώπων πάντων ὧν
                            ἡμεῖς ἴσμεν, μείζους ἢ τετραπήχεις· εἰσὶ δέ τινες αὐτῶν καὶ πενταπήχεις·
                            καὶ πωγωνοφόροι εἰσὶ καὶ κομῆται, καὶ κάλλιστοι πάντων ἀνθρώπων οὗτοί
                            εἰσι. Καὶ βασιλεύει αὐ τῶν οὗτος, ὃς ἂν ᾖ μέγιστος. Εἰσὶ καὶ ἱππτηλάται
                            καὶ ἀκοντισταὶ καὶ τοξόται, καὶ χρῶνται τοῖς βέλεσι πεπυρακτωμένοις. Οἱ
                            δὲ Φοίνικες ἔμποροι εἰσάγουσιν αὐτοῖς μύρον, λίθον Αἰγυπτίαν, ἄπρους
                            ἐξαράκτους, κέραμον Ἀττικὸν καὶ χοῦς· τὰ γὰρ πλάσματά ἐστιν ὤνια ἐν τοῖς
                            Χουσὶ τῇ ἑορτῇ. Εἰσὶ δὲ οἱ Αἰθίοπες οὗτοι κρεοφάγοι, γαλακτοπόται, οἶνον
                            δὲ ποιοῦσι πολὺν ἀπὸ ἀμπέλων· τὸν δὲ καὶ αὐτὸν οἱ Φοίνικες <pb n="95"/>
                            ἄγουσιν. Ἔστι δὲ αὐτοῖς καὶ πόλις μεγάλη, πρὸς ἣν οἱ Φοίνικες
                            εἰσπλέουσιν οἱ ἔμποροι. Λέγουσι δέ τινες τούτους τοὺς Αἰθίοπας παρήκειν
                            συνεχῶς οἰκοῦντας ἐντεῦθεν εἰς Αἶγυπτον, καὶ εἶναι ταύτην <del>τὴν</del>
                            θάλατταν συνεχῆ, ἀκτὴν δὲ εἶναι τὴν Λιβύην.</p></div></div></div></body></text></TEI>