<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="109"><p>109. ΝΑΣΑΜΩΝΕ ΚΑΙ ΜΑΚΑΙ. Ἀπὸ δὲ Ἑσπερίδων κόλπος ἐστὶ μέγας, ᾧ ὄνομα
                            Σύρτις, ὡς δὲ εἰπεῖν ὅτι μάλιστα εἰκάζοντι σταδίων ε. Ἔστιν αὐτῇ τὸ
                            πλάτος ἀπὸ Ἑσπερίδων εἰς Νέαν πόλιν τὴν πέραν πλοῦς ἡμερῶν τριῶν καὶ
                            νυκτῶν τριῶν. Περιοικοῦσι δὲ αὐτὴν Λιβύων ἔθνος Νασαμῶνες μέχρι τοῦ
                            μυχοῦ τοῦ ἐπʼ ἀριστερᾷ· τούτων δὲ ἔχονται Λιβύων ἔθνος παρὰ τὴν Σύρτιν
                            μέχρι τοῦ στόματος τῆς Σύρτιδος Μάκαι. Εἰς δὲ τὴν Σύρτιν ἀπὸ Ἑσπερίδων
                            εἰσπλέοντι Ἡράκλειοι θῖνες· ἔχονται δέ τούτων Δρέπανον, νῆσοι Πόντιαι
                            τρεῖς, <pb n="85"/> εἶτα τούτων Λευκαὶ <del>αἳ</del> καλοῦνται. Ἐν δὲ τῷ
                            κοιλοτάτῳ τῆς Σύρτιδοι (ἐν τῷ μυχῷ) Φιλαίνου βωμοὶ, ἐπίνειον, Ἄμμωνος
                            ἁλοῦς <gap reason=" omitted"/> τῆς Σύρτιδος. Ἀπὸ τούτου τὴν Σύρτιν
                            παροικοῦντες οἱ Μάκαι χειμάζουσιν ἐπὶ θαλάττῃ τὰ βοσκήματα κλείοντες,
                            τοῦ δὲ θέρους, ὑπεκλειπόντων τῶν ὑδάτων, ἀπελαύνουεσι τὰ βοσκήματα εἰς
                            μεσογαίαν ἄνω μεθʼ ἑαυτῶν. Μετὰ δὲ τὴν Σύρτιν <del>ἔξω τῆς
                                Σύρτιδος</del> ἐστὶ χωρίον καλὸν καὶ πόλις, ᾗ ὄνομα Κίνυψ ἔστι δὲ
                            ἔρημος. Ἀπὸ δὲ Νέας πόλεως ἀπέχει εἰς τὴν Σύρτιν στάδια π΄ (πάντη)· ὑπ᾿
                            αὐτῶν δʼ ἐστὶ ποταμὸς Κίνυψ, καὶ νῆσος ὕπεστι πρὸς τὸν ποταμόν. Τὸ δὲ
                            βάθος τῆς Σύρτιδος ἔσω ταῶν Ἑσπερίδων πρὸς τοὺς Φιλαίνου βωμοὺς εἰς τὸν
                            μυχὸν τοῦ κόλπου πλοῦς ἡμερῶν γ΄ καὶ νυκτῶν· πλάτος δὲ ἀπὸ Κίνυφος
                            ποταμοῦ πρὸς τὰς Λευκὰς νήσους πλοῦς ἡμερῶν τεσσάρων καὶ νυκτῶν
                            τεσσάρων.</p></div><div type="textpart" subtype="section" n="110"><p>110. ΛΩΤΟΦΑΓΟΙ. Τὰ δὲ ἔξω τῆς Σύρτιδος παροικοῦσι <pb n="86"/> Λίβυες
                            Λωτοφαγοι ἔθνος μέχρι τοῦ στόματος τῆς ἑτέρας Σύρτιδος. Οὗτοι λωτῷ
                            χρῶνται σίτῳ καὶ ποτῶ. Ἀπὸ δὲ Νέας πόλεως τῆς Καρχηδονίων χώρας Γράφαρα
                            πόλις. Ταύτης παράπλους ἡμέρας μιᾶς ἀπὸ Νέας πόλεως. Ἀπὸ δὲ Γραφάρων
                            Ἀβρότονον πόλις καὶ λιμήν. Ταύτης ὁ παράπλους ἡμέρας μιᾶς. Ἀπὸ δὲ
                            Ἀβροτόνου Ταριχεῖαι, πόλις καὶ λιμήν. Παράπλους ἀπὸ Ἀβροτόνου ἡμέρας
                            μιᾶς. Κατὰ δὲ ταῦτά ἐστι νῆσος, ᾗ ὄνομα Βραχείων, μετὰ <pb n="87"/>
                            Λωτοφάγους κατὰ Ταριχείας. Ἔστι δὲ ἡ νῆσος αὕτη σταδίων τ΄, πλάτος δὲ
                            μικρῷ ἐλάττων. Ἀπέχει δὲ ἀκὸ τῆς ἠπείρου ὡσεὶ στάδια γ΄. Ἐν δὲ τῇ νήσῳ
                            γίνεται λωτὸς, ὃν ἐσθίουσι, καὶ ἕτερος, ἐξ οὗ οἶνον ποιοῦσιν. Ὁ δὲ τοῦ
                            λωτοῦ καρπός ἐστι τῷ μεγέθει ὅσον μιμαίκυλον. Ποιοῦσι δὲ καὶ ἔλαιον πολὺ
                            ἐκ κοτίνων. Φέρει δὲ καρπὸν ἡ νῆσος πολὺν, πυροὺς καὶ κριθάς. Ἔστι δὲ ἡ
                            νῆσος εὔγειος. Πλοῦς ἀπὸ Ταριχειῶν εἰς τὴν νῆσον ἡμέρας μιᾶς. Μετὰ δὲ
                            τὴν νῆσόν ἐστι Ἔπιχος πόλις. Ἀπὸ δὲ τῆς νήσου εἰς Ἔπιχον πλοῦς ἡμέρας
                            ἡμισείας. Ἀπὸ δὲ Ἐσχίδων<gap reason=" omitted"/>
                            <del>εῖς Μακομάδα ἢ Νεάπολιν</del> πλοῦς ἡμέρας· καὶ νῆσος ἔπεστιν ἐπʼ
                            αὐτῇ ἐρήμη. Μετὰ δὲ ταύτην Κερκινῖτις νῆσος καὶ πόλις, καὶ κατὰ ταύτην
                            Θάψος. <pb n="88"/> Παράπλους ἀπὸ ταύτης εἰς Θάψον ἡμέρας καὶ ἡμίσεως.
                            Ἀπὸ δὲ Θάψου <gap reason=" omitted"/>
                            <del>καὶ Λέπτεως</del> τῆς μικρᾶς καὶ Ἀδρύμητός ἐστι κόλπος μέγας εἴσω,
                            ἐν ᾧ ἡ Σύρτις ἐστὶ ἡ μικρὰ, Κερκινῖτις καλουμένη, πολὺ τῆς ἄλλης
                            Σύρτιδος χαλεπωτέρα καὶ δυσπλοωτέρα, ἧς τὸ περίμετρον στάδια β. Ἐν ταύτῃ
                            τῇ Σύρτιδι ἐνέστηκεν ἡ νῆσος Τριτωνὶς καλουμένη καὶ ποταμὸς Τρίτων, καὶ
                            αὐτόθεν ἐστὶν Ἀθηνᾶς Τριτωνίδος ἱερόν. Στόμα δὲ ἔχει· ἡ λίμνη μικρὸν,
                            καὶ ἐν τῷ στόματι νῆσος ἔπεστι· καὶ ὅταν ἀνάπωτις ᾖ, ἐνίοτε ἡ λίμνη οὐκ
                            ἔχειν εἴσπλουν ἐστὶ φαίνουσα. Ἡ δὲ λίμνη αὕτη ἐστὶ μεγάλη, τὸ περίμετρον
                            ἔχουσα ὡς σταδίων χιλίων. Περιοικοῦσι δὲ αὐτὴν Λίβυες πάντες<gap reason=" omitted"/> ἔθνος, καὶ πόλις τὰ ἐπέκεινα πρὸς ἡλίου δυσμάς·
                            οὗτοι γὰρ ἅπαντες <gap reason=" omitted"/> Λίβυες λέγονται ξανθοὶ,
                            ἄπαστοι κάλλιστοι. Καὶ ἡ χώρα αὕτη ἀρίστη καὶ παμφορωτάτη, <pb n="89"/>
                            καὶ βοσκήματα παῤ αὐτοῖς ἐστὶ καὶ μέγιστα καὶ πλεῖστα· καὶ αὐτοὶ
                            πλουσιώτατοι (καὶ κάλλιστοι). Μετὰ δὲ τὴν Σύρτιν ταύτην Νεάπολίς ἐστι.
                            Παράπλους δὲ ἀπὸ Ἀδρύμητος ἐπὶ Νέαν πόλιν ἡμέρας ἐστί. Μετὰ δὲ Νέαν
                            πόλιν Ἑρμαία ἄκρα καὶ πόλις. Παράπλους ἀπὸ Νέας πόλεως εἰς Ἑρμαίαν
                            ἡμέρας καὶ ἡμίσεως. Ἀπὸ δὲ Νέας πόλεώς ἐστιν εἰς ἰσθμὸν στάδια ρπ΄ πεζῇ
                            πρὸς τὴν ἑτέραν θάλασσαν τὴν πρὸς Καρχηδόνα. Ἔστι δὲ ἀκτὴ, διʼ ἦς ἰσθμός
                            ἐστι. Παράπλους ἀπὸ τοῦ ποταμοῦ ἐντεῦθεν εἶς Καρχηδόνα ἥμισυ ἡμέρας. Ἡ
                            δὲ Καρχηδονίων χώρα ἐστὶν ἐν κόλπῳ.</p></div></div></div></body></text></TEI>