<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="3"><div type="textpart" subtype="section" n="107"><p>107. Ἄρχεται ἡ Λιβύη ἀπὸ τοῦ Κανωπικοῦ στόματος τοῦ Νείλου. ἈΔΥΡΜΑΧΙΔΑΙ.
                            Ἔθνος Λιβύων Ἀδυρμαχίδαι. Ἐκ Θώνιδος δὲ πλοῦς εἰς Φάρον νῆσον ἔρημον
                                <del>εὐλίμενος δὲ καὶ ἄνυδρος</del> στάδια ρν΄. Ἐν <pb n="82"/> δὲ
                            Φάρῳ λιμένες πολλοί. Ὕδωρ δὲ ἐκ τῆς Μαρείας λίμνης ὑδρεύονται· ἔστι γὰρ
                            πότιμος. Ὁ δὲ ἀνάπλους εἰς τὴν λίμνην βραχὺς ἐκ Φάρου. Ἔστι δὲ καὶ
                            Χερρόνησος καὶ λιμήν· ἔστι δὲ τοῦ παράπλου στάδια σ΄. Ἀπὸ Χερρονήσου δὲ
                            Πλίνθινός ἐστι κόλπος. Τὸ δὲ στόμα ἐστὶ τοῦ Πλινθίνου κόλπου εἰς Λευκὴν
                            ἀκτὴν πλοῦς ἡμέρας καὶ νυκτός· τὸ δὲ εἰς τὸν μυχὸν τοῦ Πλινθίνου κόλπου
                            δὶς τοσοῦτον. Περιοικεῖται δὲ κύκλῳ. Ἀπὸ δὲ Αευκῆς ἀκτῆς εἰς
                            Ααοδαμάντειον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ααοδαμαντείου λιμένος
                            εἶς Παραιτόνιον λιμένα πλοῦς ἥμισυ ἡμέρας. Ἔχεται Ἆπις πόλις. Μέχρις οὖν
                            ἐνταῦθα Αἰγύπτιοι ἄρχουσιν.</p></div><div type="textpart" subtype="section" n="108"><p>108. ΜΑΡΜΑΡΙΔΑΙ. Ἀπὸ δὲ Ἆπιδος ἔθνος Λιβύων ἐστὶν οἱ Μαρμαρίδαι μέχρις
                            εἰς Ἑσπερίδας. Ἀπὸ δὲ Ἄπιδος ἐπὶ Τυνδαρίους σκοπέλους πλοῦς ἡμέρας. Καὶ
                            ἀπὸ Τυνδαρίων σκοπέλων εἰς Πλύνους λιμένα πλοῦς ἡμέρας. Ἐκ Πλύνων εἰς
                            Πέτραντα τὸν μέγαν πλοῦς ἥμισυ ἡμέρας. Ἐκ Πέτραντος εἰς Μενέλαον πλοῦς
                            ἡμέρας. Ἐκ Μενελάου εἰς Κυρθάνειον πλοῦς ἡμέρας. Ἀπὸ Κυρθανείου
                            Ἀντίπυγος λιμήν· πλοῦς σταδ.ρνʼ) Consentit Strabo p. p. M ὀρείας )
                            Μαρίας cod. ἄν dπλους.. ἐ κ Φ <del status="error">ἄρου</del> ἀνάπλους
                                <pb n="83"/> ἥμισυ ἡμέρας. Ἀπὸ δὲ Ἀντιπύγου Πέτρας ὁ μικρὸς, Αιμήν·
                            πλοῦς ἥμισυ ἡμέρας. Ἀπὸ Πέιραντος <del>τοῦ</del> μικροῦ Χερρόνησοι
                            Ἀχιλίδες, λιμήν (ταῦτα τῆς Κυρηναίων χώρας ἐστί)· πλοῦς ἡμέρας. Ἐν δὲ τῷ
                            μέσῳ Πέτραντος καὶ Χερρονήσου εἰσὶ νῆσοι Ἀηδωνία καὶ Πλατείαι. Ὕφορμοι
                            δὲ ὑπʼ αὐταῖς εἰσίν. Ἐντεῦθεν ἄρχεται τὸ σίλφιον φύεσθαι γύης<gap reason=" omitted"/>· παρήκει δὲ ἀπὸ Χερρονήσου διὰ τῆς μεσογείας
                            μέχρι Ἑσπερίδων, παρὰ γῆν ἐγγὺς στάδια αφ΄ μάλιστα. Ἀφροδισιὰς νῆσος
                            ὕφορμος· Ναύσταθμος λιμήν. Πλοῦς ἀπὸ Χερρονήσου ἡμέρας μιᾶς, ἀπὸ δὲ
                            Ναυστάθμου εἰς λιμένα τὸν Κυρήνης στάδια ρ΄. Ἐκ δὲ τοῦ λιμένος εἰς
                            Κυρήνην στάδια ὀγδοήκοντα. Ἔστι δὲ Κυρήνη ἐν μεσογείᾳ. Εἰσὶ δὲ οὗτοι
                            λιμένες πάνορμοι. Καὶ ἄλλαι δὲ καταφυγαὶ ὑπὸ νησιδίοις καὶ ὕφορμοι καὶ
                            ἀκταὶ πολλαὶ ἐν τῇ μεταξὺ χώρα. Ἐκ δὲ λιμένος τῆς Κυρήνης μέχρι λιμένος
                            τοῦ κατὰ Βάρκην στάδια φ΄· ἡ δὲ πόλις ἡ Βαρκαίων ἀπὸ θαλάσσης ἐπέχει
                            στάδια ρ΄. Ἐκ δὲ λιμένος τοῦ κατὰ Βάρκην ἐφʼ Ἑσπερίδας στάδια χκ΄. Ἐκ δὲ
                            Κυρήνης εἰσὶ λιμένες, κα χωρία ἐστὶν ἐσχισμένα μέχρι Ἑσπερίδων τάδε·
                            Φυκοῦς κόλπος· ἄνω δὲ ἐνταῦθά ἐστιν ὁ κῆπος τῶν Ἑσπερίδων. Ἔστι δὲ τόπος
                            βαθὺς ὀργυιῶν ιη΄, ἀπότομος κύκλῳ, οὐδαμοῦ ἔχων κατάβασιν· ἔστι δὲ δύο
                            σταδίων πανταχῆ, οὐκ ἔλαττον, εὖρος καὶ μῆκος. Οὗτός ἐστι σύσκιος
                            δένδρεσιν ἐμπεπλεγμένοις ἐν ἀλλήλοις, ὡς ὅτι μάλιστα πυκνοτάτοις. Τὰ
                            δένδρα ἐστὶ λωτὸς, <pb n="84"/> μηλέαι παντοδαπαὶ, ῥοαὶ, ἄπιοι,
                            μιμαίκυλα, συκάμινα, ἄμπελοι, μυρσίναι, δάφναι, κισσὸς, ἐλαίαι, κότινοι,
                            ἀευγδαλαὶ, καρύαι. Τῶν δέ χωρίων ἃ οὐκ εἴρηται, ἐστὶ (δὲ) κατὰ τὸν κῆπον
                            Ἄμπελος, Ἄπιος, ἀλλάσσει στάδια λ΄, Χερρόνησος, κῆποι πλεῖστοι,
                            Ζηνερτὶς, Ταύχειρα, Καυκαλοῦ κώμη, Ἑσπερίδες πόλις καὶ λιμὴν, καὶ
                            ποταμὸς ἐπὶ τῇ πόλει Ἐκκειός. Κατὰ ταῦτα τὰ χωρία ἀπὸ Χερρονήσων τῶν
                            Ἀντίδων τὰ μὲν Κυρηναίων, τὰ δὲ Βαρκαίων ἐστὶ μέχρι Ἑσπερίδων.</p></div></div></div></body></text></TEI>