99. ΚΑΡΙΑ. Μετὰ δὲ Λυδίαν Καρία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ, Ἑλληνίδες αἵδε· Ἡράκλεια, εἶτα Mίλητος, εἶτα Μύνδος καὶ λιμὴν, Ἁλικαρνασσὸς καὶ λιμὴν κλειστὸς καὶ ἄλλος λιμὴν περὶ τὴν νῆσον καὶ ποταμὸς, Κάλυμνα νῆσος, Καρύανδα νῆσος καὶ πόλις καὶ λιμὴν (οὗτοι Κᾶρες), νῆσος Κῶς καὶ πόλις καὶ λιμὴν κλειστός. Κατὰ ταῦτα Κεραμιακὸς κόλπος τῆς Καρίας, καὶ νῆσος Νίσυρος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον. Ἀκρωτήριον ἱερὸν Τριόπιον, Κνίδος πόλις Ἑλληνὶς καὶ χώρα ἡ Ῥοδίων ἡ ἐν τῇ ἠπείρῳ, Καῦνος Καρικὴ πόλις καὶ λιμὴν κλειστὸς, Κρυασσὸς ἀκρωτήριον. Ῥόδος κατὰ τοῦτο νῆσος καὶ πόλις· καὶ τρίπολις ἀρχαία ἐν αὐτῇ, πόλεις αἵδε· Ἴαλυσος, Λίνδος, Κάμειρος. Κατὰ δὲ τὴν Ῥόδον αἵδε νῆσοί εἰσιν οἰκούμεναι· Χάλκεια, Τῆλος, Κάσος, Κάρπαθος· αὕτη τρίπολις. Καὶ ὁ παράπλους Καρίας, ἀπὸ Μαιάνδρου ποταμοῦ ἐπὶ τὸν Κρυασσὸν, ὅ ἐστι Καρίας ἀκρωτήριον, δύο ἡμερῶν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἦπειρον, ὅθεν ἐξετραπόμην. 100. ΑΥΚΙΑ. Ἀπὸ δὲ Καρίας Λυκία ἐστὶν ἔθνος· καὶ πόλεις Λυκίοις αἵδε· Τελμισσὸς καὶ λιμὴν, καὶ ποταμὸς Ξάνθος, διʼ οὗ ἀνάπλους εἰς Ξάνθον πόλιν, Πάταρα πόλις ἣ καὶ λιμένα ἔχει· Φελλὸς πόλις καὶ λιμήν· κατὰ ταῦτα νῆσός ἐστι Ῥοδίων Μεγγίστν· Λίμυρα πόλις, εἶς ἣν ὁ ἀνάπλους κατὰ τὸν ποταμόν· εἶτα Γαγαία πόλις, εἶτα Χελιδονίαι, ἀκρωτήριον καὶ νῆσοι δύο καὶ Διονυσιὰς νῆσος, ἀκρωτήριον καὶ λιμὴν Σιδηροῦς. Ὑπὲρ τούτου ἐστὶν ἱερὸν Ἡφαίστου ἐν τῷ ὄρει καὶ πῦρ πολὺ αὐτόματον ἐκ τῆς γῆς καίεται καὶ οὐδέποτε σβέννυται. Καὶ ἐὰν προέλθῃς ἀπὸ θαλάττης ἀνώτερον, ἐστι Φασηλὶς πόλις καὶ λιμήν (ἕστι δὲ τοῦτο κόλπος) καὶ Ἴδυρος πόλις, νῆσος Λυρνάτεια, Ὀλβία, Μάγυδος καὶ ποταμὸς Καταρράκτης, Πέργη πόλις καὶ ἱερὸν Ἀρτέμιδος. Ἐκʼ εὐθείας δὲ παράπλους ἐστὶν Αυκίας ἀπὸ ἡμέρας καὶ νυκτός· ὁ δὲ παρὰ γῆν διπλάσιος τούτου· ἔστι γὰρ κολπώδης.