97. ΑΕΣΒΟΣ. Κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, ε΄ πόλεις ἔχουσα ἐν αὑτῇ τάςδε· Μήθυμναν, Ἄντισσαν, Ἐρεσὸν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας ἔχουσαν δύο. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις· ὄνομα δὲ ταύτης Πορδοσελήνη. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς νήσους.