<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="97"><pb n="70"/><p>97. ΑΕΣΒΟΣ. Κατὰ ταῦτά ἐστι νῆσος Αἰολὶς Λέσβος, ε΄ πόλεις ἔχουσα ἐν αὑτῇ
                            τάςδε· Μήθυμναν, Ἄντισσαν, Ἐρεσὸν, Πύρραν καὶ λιμένα, Μιτυλήνην λιμένας
                            ἔχουσαν δύο. Κατὰ δὲ ταύτην νῆσός ἐστι καὶ πόλις· ὄνομα δὲ ταύτης
                            Πορδοσελήνη. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην ἐπὶ τὰς
                            νήσους.</p></div><div type="textpart" subtype="section" n="98"><p>98. ΑΥΔΙΑ. Ἀπὸ Ἀντάνδρου καὶ τῆς Αἰολικῆς τὸ κάτω ἦν πρότερον μὲν διʼ
                            αὑτὴν ἡχώρα Μυσία μέχρι Τευθρανίας, νῦν δὲ Λυδία. Μυσοὶ δʼ ἐξανέστησαν
                            εἰς τὴν ἤπειρον ἄνω. Εἰσὶ δὲ πόλεις ἐν αὐτῇ Ἑλληνίδες καὶ ἐν τῇ Αυδίᾳ
                            αἵδε· Ἄστυρα, οὗ τὸ ἱερὸν <del>Ἀρτέμιδος, καὶ</del> Ἀδραμύττιον. Ἡ δὲ
                            χώρα Λεσβία· καὶ ὑπὲρ ταύτης ἡ Χίων χώρα καὶ πόλις Ἀταρνεύς· ὑπὸ δὲ
                            ταῦτα ἐπὶ θάλατταν λιμὴν Πιτάνη καὶ ποταμὸς <pb n="71"/> Κάῖκος. Μετὰ
                            Πιτάνην Ἐλαία, Γρύνειον, Ἀχαιῶν λτμήν· ἐν τούτῳ λέγονται Ἀχαιοὶ
                            βουλεύσασθαι ἐπὶ τὸν Τήλεφον πότερον στρατεύοιεν ἢ ἀπίοιεν· πόλις Μύρινα
                            καὶ λιμὴν, Κύμη καὶ λιμήν (ὑπὲρ δὲ Κύμης ἐν μεσογείᾳ πόλις Ἑλληνίς ἐστιν
                            Αἰγαὶ) καὶ Λεῦκαι καὶ λιμένες καὶ Σμύρνα, ἐν ᾗ Ὅμηρος ἦν, Φώκαια καὶ
                            λιμὴν καὶ Ἕρμος ποταμὸς, Κλαζομεναὶ καὶ λιμὴν, Ἐρυθραὶ καὶ λιμήν. Κατὰ
                            δὲ ταύτας νῆσός ἐστι Χίος καὶ λιμήν. Ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον.
                            Γέραι πόλις καὶ λιμὴν, Τέως πόλις καὶ λιμὴν, Λέβεδος, Κολοφὼν ἐν
                            μεσογαίᾳ, Νότιον καὶ λεμὴν, Ἀπόλλωνος <pb n="72"/> Κλαρίου ἱερὸν,
                            Κάϋστρος ποταμὸς, Ἔφεσος καὶ λιμὴν, Μαραθήσιον καὶ ἐν τῇ ἠπείρῳ Μαγνησία
                            πόλις Ἑλληνὶς, Ἄναια, Πανιώνιον, Ἐρασιστράτιος, Χαραδροῦς, Φώκαια,
                            Ἀκαδαμὶς, Μυκάλη· ἐν τῇ Σαμίων χώρα ταῦτά ἐστι. Πρὸ δὲ τῆς Μυκάλης Σάμος
                            ἐστὶ νῆσος πόλιν ἔχουσα καὶ λιμένα κλειστόν. Αὕτη ἡ νῆσος οὐκ ἐλάσσων
                            ἐστὶ Κίου. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Ἐπὶ τῆς
                            Μυκάλης ἐστὶ πόλις Πριήνη λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· εἶτα
                            ποταμὸς Μαίανδρος. Παράπλους δὲ Μυσίας καὶ Λυδίας, ἀπὸ Ἀστύρων μέχρι
                            Μαιάνδρου ποταμοῦ, δύο ἡμερῶν καὶ νυκτὸς μιᾶς.</p></div></div></div></body></text></TEI>