95. ΤΡΩΑΣ. Ἐντῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ αἵδε· Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κε΄) καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. Καὶ νῆσος κατὰ ταῦτα κεῖται Τένεδος καὶ λιμὴν, ὅθεν Κλεόστρατος ὁ ἀστρόλογός ἐστι. Καὶ ἐν τῇ ἠπείρῳ Σίγη καὶ Ἀχίλλειον καὶ Κρατῆρες Ἀχαιῶν, Κολωναὶ, Λάρισσα, Ἁμαξιτὸς καὶ ἱερὸν Ἀπόλλωνος, ἵνα Χρύσης ἱερᾶτο.