95. ΤΡΩΑΣ. Ἐντῦθεν δὲ Τρωὰς ἄρχεται, καὶ πόλεις Ἑλληνίδες εἰσὶν ἐν αὐτῇ αἵδε· Δάρδανος, Ῥοίτειον, Ἴλιον (ἀπέχει δὲ ἀπὸ τῆς θαλάττης στάδια κε΄) καὶ ἐν αὐτῇ ποταμὸς Σκάμανδρος. Καὶ νῆσος κατὰ ταῦτα κεῖται Τένεδος καὶ λιμὴν, ὅθεν Κλεόστρατος ὁ ἀστρόλογός ἐστι. Καὶ ἐν τῇ ἠπείρῳ Σίγη καὶ Ἀχίλλειον καὶ Κρατῆρες Ἀχαιῶν, Κολωναὶ, Λάρισσα, Ἁμαξιτὸς καὶ ἱερὸν Ἀπόλλωνος, ἵνα Χρύσης ἱερᾶτο. 96. ΑΙΟΑΙΣ. Ἐντεῦθεν δὲ Αἰολὶς χώρα καλεῖται. Αἰσλίδες δὲ πόλεις ἐν αὐτῇ εἰσὶν ἐπὶ θαλάττῃ αἵδε. Κεβρὴν; Σκῆψις, Νεάνδρεια, Πιτύεια. Παράπλους Φρυγίας ἀπὸ Μυσίας μέχρι Ἀντάνδρου .