<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="2"><div type="textpart" subtype="section" n="94"><p>94. ΦΡΥΓΙΑ. Μετὰ δὲ Μυσίαν Φρυγία ἐστὶν ἔθνος, καὶ πάλεις Ἑλληνίδες αἵδε·
                            Μύρλεια καὶ Ῥύνδακος ποταμὸς καὶ ἐπʼ αὐτῷ Βέσβικος νῆσος, καὶ πόλις
                            Πλακία καὶ Κύζικος ἐν τῷ ἰσθμῷ ἐμφράττουσα τὸν ἰσθμὸν, καὶ ἐντὸς τοῦ
                            ἰσθμοῦ Ἀρτάκη. Κατὰ ταύτην νῆσός ἐστι καὶ πόλις Προκόννησος καὶ ἑτέρα
                            νῆσος εὐλίμενος Ἐλαφόννησος· γεωργοῦσι δʼ αὐτὴν Προκοννήσιοι. Ἐν δὲ τῇ
                            ἠπείρῳ πόλις ἐστὶ Πρίαπος, Πάριον, Λάμψακος, Περκώτη, Ἄβυδος, καὶ τὸ
                            στόμα κατὰ Σηστὸν τῆς Προποντίδος τοῦτό ἐστι.</p></div></div></div></body></text></TEI>