92. ΒΙΘΥΝΟΙ. Μετὰ δὲ Μαριανδύνους εἰσὶ Θρᾷκες Βιθυνοὶ ἔθνος, καὶ ποταμὸς Σαγάριος καὶ ἄλλος ποταμὸς Ἀρτάνης καὶ νῆσος Θυνιὰς (οἰκοῦσι δὲ αὐτὴν Ἡρακλεῶται) καὶ ποταμὸς Ῥήβας. Εἶτ᾿ εὐθὺς ὁ πόρος καὶ τὸ προειρημένον ἱερὸν ἐν τῷ στόματι τοῦ Πόντου, καὶ μετὰ τοῦτο πόλις Χαλκηδὼν ἔξω Θρᾴκης, μεθʼ ἣν ὁ κόλπος δ Ὀλβιανός. Παράπλους ἀπὸ Μαριανδύνων μέχρι τοῦ μυχοῦ τοῦ κόλπου τοῦ Ὀλβιανοῦ (τοσαύτη γάρ ἐστιν ἡ Βιθυνῶν Θρᾴκη) ἡμερῶν τριῶν. Ἀπὸ δὲ τοῦ στόματος τοῦ Πόντου, ἕως ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης παραπλήσιός ἐστιν ὁ πλοῦς, ὅ τε παρὰ τὴν Εὐρώπην καὶ τὴν Ἀσίαν.