90. ΠΑΦΑΑΓΟΝΙΑ. Μετὰ δὲ Ἀσσυρίαν ἐστὶ Παφλαγονία ἔθνος. Ἔστι δὲ ἐν αὐτῇ Στεφάνη λιμὴν, Κόλουσσα πόλις Ἑλληνὶς, Κίνωλις πόλις Ἑλληνὶς, Κάραμβις πόλις Ἑλληνὶς, Κύτωρις πόλις Ἑλληνὶς, Σησαμὸς πόλις Ἑλληνὶς καὶ Παρθένιος ποταμὸς, Τίειον πόλις Ἑλληνὶς καὶ λιμὴν, Ψύλλα καὶ ποταμὸς Καλλίχορος.