81. ΚΟΑΧΟΙ. Μετὰ δὲ τούτους Κόλχοι ἔθνος καὶ Διοσκουρὶς πόλις καὶ Γυηνὸς πόλις Ἑλληνὶς καὶ Γυηνὸς ποταμὸς καὶ Χερόβιος ποταμὸς, Χόρσος ποταμὸς, Ἄριος ποταμὸς, Φᾶσις ποταμὸς καὶ Φᾶσις Ἑλληνὶς πόλις, καὶ ἀνάπλους ἀνὰ τὸν ποταμὸν σταδίων ρπ΄, εἰς πόλιν (μάλην) μεγάλην βάρβαρον, ὅθεν Μήδεια ἦν· ἐνταῦθά ἐστι Ῥὶς ποταμός· Ἴσις ποταμὸς, Λῃστῶν ποταμὸς, Ἄψαρος ποταμός. 82. ΒΥΖΗΡΕΣ. Μετὰ δὲ τοὺς Κόλχους Βύζηρες ἔθνος καὶ Δαραανῶν ποταμὸς καὶ Ἀρίων ποταμός.