Codicis pagina 94. Ἀ ραβίας δὲ αὺ τῆς ἀπὸ Συρίας ὁρίων μέχρι στόματος τοῦ Κείλου τοῦ ε ν Πηλουσίῳ, τοῦτο γάρ ἐστιν Ἀραβίας ὅρος, στάδ. ατ΄. Ἀ ραβίαν Αἰγύπτου μέχρι τοῦ Νείλου ἐξ ἦς Ἀρα- Αἰγύπτιοι· φόφον δὲ φέρουσιν Αἰγύἀεὶ τοῖς Ἄραψιν. Αἴγυπτος. Μετὰ δὲ Ἀραβίαν Αἵλγυπτος ἐστὶν ἔνος· καὶ πόλεις ἐν αὐτῇ αἵδε· Πηλούσιον πόλ. καὶ λιμὴν καὶ βασίλειον· οὖ τὸ στόμα τοὺ Νείλου ποι. Πηλουσιακόν ἐστι πρῶτον, τῆς Ἀραβίας ὅρος· δεύτερον Τανικὸν, ἐφʼ ᾦ καὶ πόλις βασιλι κή· τρίτον Μενδήσιον καὶ πόλις· δ΄ Φατνιτικ όν· πέμπτον Σεβεννυτικὸν καὶ κόλις Σεβέννυτος· Βοῦτος λίμνη, ἔν θα πόλις καὶ βασίλειον· ἔκιον Βολβιτικὸν καὶ πόλις βασιλι κή· ἕβδομον Κανωβικὸν, καὶ Θῶνις πόλις· μετὰ ταῦταλίμνη ᾖ ὄνομά ἐστι Μάρεια. αὕτη δὲ ἡ λέμνη ἦδη ἐν τ ὴ Αιβύῃ ει δὲ ἐ β ουλήν ε. (Cod. p. 95) τὸ δὲ Πηλουσιακόν. Καὶ πάλιν σχίζεται δίχα. Τὸ δὲ Σεβεννυτικὸν, τὸ μὲν εἰς τὸ Μενδήσιον, τὸ δὲ εἰς θάλασσαν· ἀπὸ δὲ τοῦ Μενδησίου εἰς τὸ Φατνιτικὸν στόμα· ἀπὸ δὲ τοῦ Πηλουσιακοῦ εἰς τὸ Τανικὸν στόμα· τὸ δὲ ἀπὸ Κανωπικοῦ μέχρι Σεβεννυτικῆς λίμνης, καὶ στόμα τὸ Βολβιτινὸν ῥεῖ ἐκ τῆς λίμνης. Ἔστι δὲ τὰ πολλὰ τὰ παρὰ θάλατταν Αἰγύπτου λίμναι καὶ ἕλη. Ἔστι δὲ ἡ Αἴγυπτος τοιάδε τὴν ἰδέαν ὁμοία πελέκει. Ἔστι γὰρ κατὰ θάλατταν πλατεῖα, κατὰ δὲ μεσογείαν στενωτέρα, κατὰ δὲ Μέμφιν στενωτάτη αὑτῆς· ἔπειτα δὲ εἰς μεσογείαν ἀπὸ Μέμφεως ἰόντι πλατυτέρα, κατὰ δὲ τὸ ἀνώτερον αὑτῆς πλατυτάτη. Τὸ μέρος τὸ ἄνωθεν Μέμφιδος Αἰγύπτο ἐστὶ τὸ πλεῖστον ἢ τὸ παρὰ θάλασσαν. Τὸ δὲ Κανωπικὸν στόμα ὁρίζει Ἀσίαν καὶ Λιβύην. Παράπλους δʼ ἐστὶν Αἰγύπτου ἀπὸ Πηλουσίου στόματος στάδια ατ΄. Τῆς δὲ Ἀσίας ὁ περίπλους (ἔστι γὰρ περιφερὴς), λογιζομένῳ κατὰ τὸν αὐτὸν τρόπον ὃν περὶ Εὐρώπης· γέγραπται, ἡμερῶν ἐστὶ πζ΄. Ἐπὶ δὲ τῷ στόματι τῶ Κανωπικῷ ἐστι νῆσος ἐρήμη, ᾗ ὄνομα Κάνωπος· καὶ σημεῖά ἐστιν ἐν αὐτῇ τοῦ Μενέλεω, τοῦ κυβερνήτου τοῦ ἀπὸ Τροίας, ᾧ ὄνομα Κάνωπος, τὸ μνῆμα. Λέγουσι δὲ Αἰγύπτιοί τε καὶ οἱ προσχώριοι οἱ τοῖς τόποις Πηλούσιον ἥκειν ἐπὶ τὸ Κάσιον, καὶ Κάνωπον ἥκειν ἐπὶ τὴν νῆσον, οὗ τὸ μνῆμα τοῦ κυβερνήτου.