103. ΚΥΠΡΟΣ. Κατὰ δὲ Κιλικίαν ἐσττὶ νῆσος Κύπροι, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σαλαμὶς Ἑλληνὶς, λιμένα ἔχουσα κλειστὸν χειμερινὸν, Καρπάσεια, Κερύνεια, Αήπηθις Φοινίκων, Σόλοι (καὶ αὕτη λιμένα ἔχει χειμερινόν), Μάριον Ἑλληνὶς, Ἀμαθοῦς (αὐτόχθονές εἰσιν) αὗται πᾶσαι λιμένας ἔχουσαι ἐρήμους. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν μεσογεία βάρβαροι. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.