103. ΚΥΠΡΟΣ. Κατὰ δὲ Κιλικίαν ἐσττὶ νῆσος Κύπροι, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σαλαμὶς Ἑλληνὶς, λιμένα ἔχουσα κλειστὸν χειμερινὸν, Καρπάσεια, Κερύνεια, Αήπηθις Φοινίκων, Σόλοι (καὶ αὕτη λιμένα ἔχει χειμερινόν), Μάριον Ἑλληνὶς, Ἀμαθοῦς (αὐτόχθονές εἰσιν) αὗται πᾶσαι λιμένας ἔχουσαι ἐρήμους. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν μεσογεία βάρβαροι. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. 104. ΣΥΡΙΑ ΚΑΙ ΦΟΙΝΙΚΗ. Ἔστι μετὰ Κιλικίαν ἔθνος Σύροι. Ἐν δὲ τῇ Συρίᾳ οἰκοῦσι τὰ παρὰ θάλατταν Φοίνικες ἔθνος, ἐπὶ στενὸν ἔλαττον ἢ ἐπὶ τετταράκοντα σταδίους ἀπὸ θαλάττης, ἐνιαχῆ δὲ οὐδὲ ἐπὶ σταδίους ι΄ τὸ πλάτος. Ἀπὸ δὲ Θαψάκου ποταμοῦ ἐσιὶ Τρίπολις Φοινίκων, Ἄροδος νῆσος καὶ λιμὴν, βασίλεια Τύρου, ὅσον η΄ στάδια ἀπὸ τῆς γῆς, καὶ ἐν τῇ χερρονήσῳ ἑτέρα πόλις Τρίπολις· αὕτη ἐστὶν Ἀράδου καὶ Τύρου καὶ Σιδῶνος· ἐν τῷ αὐτῷ τρεῖς πόλεις καὶ περίβολον ἑκάστῃ τοῦ τείχους ἴδιον ἔχει· καὶ ὄρος Θεοῦ πρόσωπον, Τριήρης πόλις καὶ λιμὴν, Βηρυτὸς πόλις καὶ λιμὴν, Βορινὸς, Πορφυρέων πόλις, Σιδὼν πόλις καὶ λιμὴν κλειστὸς, Ὀρνίθων πόλις Σιδωνίων (Ἀπὸ Λεόντων πόλεως μέχρι Ὀρνίθων πόλεως ), Τυρίων πόλις Σάραπτα, ἄλλη πολις Τύρος λιμένα ἔχουσα ἐντὸς τείχους αὕτη δὲ ἡ νῆσος βασίλεια Τυρίων, καὶ ἀπέχει στάδια ἀπὸ θαλάττης γ΄·