102. ΚΙΑΙΚΙΑ. Μετὰ δὲ Παμφυλίαν Κιλικία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Σελινοῦς, Χαραδροῦς πόλις καὶ λιμὴν, Ἀνεμούριον ἄκρα καὶ πόλις, Νάγιδος πόλις ἣ καὶ νῆσον ἔχει. Πρὸς δὲ τὴν Σητὸν λιμένα Ποσείδειον, Σάλον, Μυοῦς, Κελένδερις πόλις, καὶ λιμὴν Ἀφροδίσιος καὶ λιμὴν ἕτερος, Ὅλμοι πόλις Ἑλληνὶς ἀπέχουσα, Σαρπηδὼν πόλις ἔρημος, καὶ ποταμὸς, Σάλοι πόλις Ἑλληνὶς, Ζεφύριον πόλις, ποταμὸς Πύραμος καὶ πόλις Μαλλὸς, εἰς ἣν ὁ ἀνάπλους κατὰ τὰν ποταμὸν, ἐμπόριον Ἀδάνη καὶ λιμὴν Μυρίανδος Φοινίκων, Θάψακος ποταμός. Παράπλους Κιλικίας ἀπὸ τῶν Παμφυλίας ὁρίων μέχρι Θαψάκου ποταμοῦ, τριῶν ἡμερῶν καὶ νυκτῶν δύο. Ἐκ δὲ Σινώπης τῆς ἐν τῷ Πόντῳ διὰ τῆς ἠπείρου καὶ τῆς Κιλικίας εἰς Σόλους ὁδός ἐστιν ἀπὸ θαλάσσης εἰς θάλασσαν ἡμερῶν έ·