101. ΠΑΜΦΥΑΙΑ. Μετὰ δὲ Λυκίαν ἐστὶ Παμφυλία ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Ἄσπενδος πόλις· εἰς ταύτην ὁ ἀνάπλους γίνεται κατὰ ποταμόν· ὁ δὲ ποταμός ἐστιν Εὐρυμέδων· εἶτα πόλις Σύλλειον, ἄλλη πόλις Σίδη, Κυμαίων ἀποικία, καὶ λιμήν. Παράπλους Παμφυλίας ἀπὸ Πέργης ἥμισυ ἡμέρας. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Παμφυλίας, Κίβυρα, εἶτα Κορακήσιον.