9. ΟΛΣΟΙ. Λατίνων δὲ ἔχον ται Ὀλκοί. Ὀλσῶν δὲ παράπλους ἡμέρας μιᾶς. 10. ΚΑΜΠΑΝΟΙ. Ὀλσῶν δὲ ἔχονται Καμπανοί. Καὶ εἰσὶ πόλεις Ἑλληνίδες αὗται ἐν τῇ Καμπανίᾳ· Κύμη, Νεάπολις. Κατὰ ταῦτά ἐστι Πιθηκοῦσσα νῆσος καὶ πολις Ἑλληνίς. Παράπλους δὲ τῆς Καμπανίας ἐστὶν ἡμέρας μιᾶς.