7. ΣΑΡΔΩ. Ἀπὸ δὲ Κύρνου νήσου εἰς Σαρδὼ νῆσον πλοῦς ἡμέρας τρίτον μέρος. Καὶ νῆσος ἐρήμη ἐν τῷ μεταξύ. Ἀπὸ Σαρδοῦς δὲ εἰς Λιβύην πλοῦς ἡμέρας καὶ νυκτὸς, εἰς δὲ Σικελίαν ἀπὸ Σαρδοῦς πλοῦς ἡμερῶν δύο καὶ νυκτός. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, δθεν εἰς τὴν Κύρνον ἐξετραπόμην. 8. ΛΑΤΙΝΟΙ. Τυρρηνίας ἔχονται Αατῖνοι μέχρι τοῦ Κιρκαίου. Καὶ τὸ τοῦ Ἐλπήνορος μνῆμά ἐστι Λατίνων. Λατίνων παράπλους ἡμέρας καὶ νυκτός.