ΠΑΡΑΠΑΟΥΣ ΑΠΑΣΗΣ ΤΗΣ ΣΥΡΩΠΗΣ. Ἀπὸ Ἡρακλείων στηλῶν τῶν ἐν τῇ Εὐρώπη περιπλέοντι τοὺς κόλπους παρὰ γῆν, λογιζομένῳ δὲ ὅσαι γεγραμμέναι εἰσὶ, νύκτες ἀντὶ τούτων ἡμέρας, καὶ, ὅπου στάδιά εἰσι γεγραμμένα, ἀντὶ τῶν φ σταδίων ἡμεραῖον τὸν πλοῦν, γίνεται τῆς Εὐρώπης ὁ παράπλους, τοῦ ἡμίσεος μέρους τοῦ Πόντου ὄντος ἴσου τῆς Μαιώτιδος λίμνης, ἡμερῶν ρν΄ τριῶν. Μέγιστοι δὲ ποταμοί εἰσιν ἐν τῇ Εὐρώπη ὁ Τάναῖς, δ Ἴστρος, ὁ Ῥοδανός. ΑΣΙΑ. 70. ΣΑΥΡΟΜΑΤΑΙ. s Ἀπὸ Τανάϊδος δὲ ποταμοῦ ἄρχεται ἡ Ἀσία, καὶ πρῶτον ἔθνος αὐτῆς ἐστὶν ἐν τῷ Πόντῳ Σαυρομάται. Σαυροματῶν δέ ἐστιν ἔθνος γυναικακρατούμενον.