68. ΣΚΥΘΙΑ. ΤΑΥΡΟΙ. Μετὰ δὲ Θρᾴκην εἰσὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς Ἑλληνίδες αἵδε· Τύρις ποταμὸς, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῇ Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες αἵδε Χερρόνησος ἐμπόριον, Κριοῦ μέτωπον, ἀκρωτήριον τῆς Ταυρικῆς. Μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ Ἑλληνίδες αἵδε ἐν αὐτῇ· Θεωδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον, Μυρμήκειον. Παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ μέτωπον τριῶν ἡμερῶν καὶ τριῶν νυκτῶν, ὁ δὲ παρὰ γῆν διπλάσιος· ἔστι γὰρ κόλπος. Ἐν δὲ τῷ κόλπῳ τούτῳ νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ᾗ ὄνομα Λευκὴ, ἱερὰ τοῦ Ἀχιλλέως. Ἀπὸ δὲ Κριοῦ μετώπου πλοῦς εἰς Παντικάπαιον ἡμέρας καὶ νυκτός· ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ στάδια κ΄. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. Ἐν δὲ τῇ Μαιώτιδι λίμνῃ εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ’ ἀριστερᾶς Σκύθαι· καθήκουσι γὰρ ἐκ τῆς ἔξω θαλάσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην. ΣΥΡΜΑΤΑΙ. Μετὰ δὲ Σκύθας Συρμάται ἔθνος καὶ ποταμὸς Τάναϊς, ὃς ὁρίζει Ἀσίαν καὶ Εὐρώπην.