<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="67"><p>67. ΦΡΑΙΚΗ. Διήκει δὲ ἡ Θρᾴκη ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Ἴστρου ποταμοῦ
                            τοῦ ἐν τῷ Εὐξείνῳ Πόντῳ. Εἰσὶ δὲ ἐν Θρᾴκῃ πόλεις Ἑλληνίοις αἵδε·
                            Ἀμφίπολις, Φάγρης, Γαληψὸς, Οἰσύμη καὶ ἄλλα ἐμπόρια Θασίων. Κατὰ ταῦτά
                            ἐστι Θάσος νῆσος καὶ πόλις καὶ λιμένες δύο· τούτων ὁ εἷς κλειστός.
                            Ἐπάνειμι δὲ πάλιν ὅθεν ἐξετραπόμην. Νεάκολις, κατὰ ταύτην Δάτον πόλις
                            Ἑλληνὶς, ἣν ᾤκισε Καλλίστρατος <pb n="55"/> Ἀθηναῖος, καὶ ποταμὸς
                            Νέστος, Ἄβδηρα πόλις, Κούδητος ποταμὸς καὶ πόλεις Δίκαια καὶ Μαρώνεια.
                            Κατὰ ταῦτα Σαμοθρᾴκη νῆσος καὶ λιμήν. Κατὰ ταύτην ἐν τῇ ἠπείρῳ ἐμπόρια
                            Δρῦς, Ζώνη, ποταμὸς Ἕβρος καὶ ἐπʼ αὐτῷ τεῖχος Δουρίσκος, Αἶνος πόλις καὶ
                            λιμὴν, τείχη Αἰνίων ἐν τῇ Θρᾴκῃ, Μέλας κόλπος, Μέλας ποταμὸς, Δερὶς
                            ἐμπόριον, Κῶβρυς ἐμπόριον Καρδιανῶν καὶ ἄλλο Κύπασις. Κατὰ τὸν Μέλανα
                            κόλπον Ἴμβρος ἐστὶ νῆσος καὶ πόλις, καὶ Λῆμνος νῆσος καὶ λιμήν. Ἐπάνειμι
                            πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην. Μετὰ δὲ τὸν Μέλανα κόλπον ἐστὶν
                            ἡ Θρᾳκία Χερρόνησος καὶ πόλεις ἐν αὐτῇ αἵδε· Καρδία, Ἴδη, Παιὼν,
                            Ἀλωπεκόννησος, Ἄραπλος, Ἐλαιοῦς, Μάδυτος, Σηστὸς ἐπὶ τοῦ στόματος τῆς
                            Προποντίδος, <del>ὅ</del> ἐστι <pb n="56"/> σταδίων Ϛ΄. Ἐντὸς δὲ Αἰγὸς
                            ποταμοῦ Κρῆσσα, Κριθώτη, Πακτύη. Μέχρις ἐνταῦθα ἡ Θρᾳκία Χερρόνησος. Ἐκ
                            Πακτύης δὲ εἰς Καρδίαν διὰ τοῦ αὐχένος πεζῇ στάδια μ΄, ἐκ θαλάττης εἰς
                            θάλατταν· καὶ πόλις ἐν τῷ μέσῳ, ᾗ ὄνομα Ἀγορά. Χερρονήσου μῆκος ἐκ
                            Καρδίας εἰς Ἐλαιοῦντα (ταύτῃ γάρ ἐστι μακροτάτη) s στάδια υ΄. Μετὰ δὲ
                            τὴν Χερρόνησόν ἐστι Θρᾴκια τείχη τάδε· πρῶτον Λευκὴ ἀκτὴ, Τειρίστασις,
                            Ἡράκλεια, Γάνος, Γανίαι, Νέον τεῖχος, Πέρινθος πόλις καὶ λιμήν, Δαμινὸν
                            τεῖχος, Σηλυμβρία πόλις καὶ λιμήν. Ἀπὸ τούτου ἐπὶ τοῦ στόματος τοῦ
                            Πόντου εἰσὶ στάδιοι φ΄. Καλεῖται δὲ Ἀνάπλους ὁ τόπος ἀνὰ Βόσπορον μέχρι
                            ἂν ἔλθῃς ἐφ’ Ἱερόν. Ἀφʼ Ἱεροῦ δὲ τοῦ στόματός ἐστι τοῦ Πόντου εὖρος
                            στάδια ζ΄. Εἰσὶ δὲ ἐν τῷ Πόντῳ πόλεις Ἑλληνίδες <pb n="57"/> σἵδε ἐν
                            Θρᾴκῃ· Ἀπολλωνία, Μεσημβρία, Ὀδησσόκολις, Κάλλατις καὶ ποταμὸς Ἴστρος.
                            Παράπλους δὲ τῆς Θρᾴκης ἀπὸ Στρυμόνος ποταμοῦ μέχρι Σηστοῦ δύο ἡμερῶν
                            καὶ νυκτῶν δύο, ἀπὸ δὲ Σηστοῦ μέχρι στόματος τοῦ Πόντου δύο ἡμερῶν καὶ
                            νυκτῶν δύο, ἀπὸ δὲ τοῦ στόματος μέχρι τοῦ Ἴστρου ποταμοῦ ἡμερῶν τριῶν
                            καὶ νυκτῶν τριῶν. Ὁ σύμπας περίπλους ἀπὸ Θρᾴκης καὶ ποταμοῦ Στρυμόνος
                            μέχρι τοῦ Ἴστρου ποταμοῦ ὀκτὼ ἡμερῶν καὶ ὀκτὼ νυκτῶν.</p></div><div type="textpart" subtype="section" n="68"><p>68. ΣΚΥΘΙΑ. ΤΑΥΡΟΙ. Μετὰ δὲ Θρᾴκην εἰσὶ Σκύθαι ἔθνος καὶ πόλεις ἐν αὐτοῖς
                            Ἑλληνίδες αἵδε· Τύρις ποταμὸς, Νικώνιον πόλις, Ὀφιοῦσα πόλις. Ἐπὶ δὲ τῇ
                            Σκυθικῇ ἐποικοῦσι Ταῦροι ἔθνος ἀκρωτήριον τῆς ἠπείρου· εἰς θάλατταν δὲ
                            τὸ ἀκρωτήριόν ἐστιν. Ἐν δὲ τῇ Ταυρικῇ οἰκοῦσιν Ἕλληνες<gap reason="omitted"/> αἵδε Χερρόνησος ἐμπόριον, Κριοῦ μέτωπον,
                            ἀκρωτήριον τῆς Ταυρικῆς. Μετὰ δὲ ταῦτά εἰσι Σκύθαι πάλιν, πόλεις δὲ
                            Ἑλληνίδες αἵδε ἐν αὐτῇ· Θεωδοσία, Κύταια καὶ Νυμφαία, Παντικάπαιον,
                            Μυρμήκειον. Παράπλους εὐθὺς ἀπὸ Ἴστρου ἐπὶ Κριοῦ μέτωπον τριῶν ἡμερῶν
                            καὶ τριῶν νυκτῶν, ὁ δὲ παρὰ γῆν διπλάσιος· ἔστι γὰρ κόλπος. Ἐν δὲ <pb n="58"/> τῷ κόλπῳ τούτῳ νῆσός ἐστι, νῆσος δὲ ἐρήμη, ᾗ ὄνομα Λευκὴ,
                            ἱερὰ τοῦ Ἀχιλλέως. Ἀπὸ δὲ Κριοῦ μετώπου πλοῦς εἰς Παντικάπαιον ἡμέρας
                            καὶ νυκτός· ἀπὸ δὲ Παντικαπαίου ἐπὶ τὸ στόμα τῆς Μαιώτιδος λίμνης ἐστὶ
                            στάδια κ΄. Ἡ δὲ Μαιῶτις λίμνη λέγεται ἥμισυ εἶναι τοῦ Πόντου. Ἐν δὲ τῇ
                            Μαιώτιδι λίμνῃ εὐθὺς εἰσπλέοντί εἰσιν ἐπ’ ἀριστερᾶς Σκύθαι· καθήκουσι
                            γὰρ ἐκ τῆς ἔξω θαλάσσης ὑπὲρ τῆς Ταυρικῆς εἰς τὴν Μαιῶτιν λίμνην.</p><p>ΣΥΡΜΑΤΑΙ. <del>Μετὰ δὲ Σκύθας Συρμάται</del> ἔθνος καὶ ποταμὸς Τάναϊς,
                                <del>ὃς</del> ὁρίζει Ἀσίαν καὶ Εὐρώπην. </p></div></div></div></body></text></TEI>