<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="66"><pb n="52"/><p>66. ΜΑΚΕΔΟΝΙΑ. Ἀπὸ δὲ Πηνειοῦ ποταμοῦ Μακεδόνες εἰσὶν ἔθνος, καὶ κόλπος
                            Θερμαῖος. Πρώτη πόλις Μακεδονίας Ἡράκλειον· Δῖον, Πύδνα πόλις Ἑλληνὶς,
                            Μεθώνη πόλις Ἑλληνὶς καὶ Ἁλιάκμων ποταμὸς, Ἀλωρὸς πόλις καὶ ποταμὸς
                            Λυδίας, Πέλλα πόλις καὶ βασίλειον ἐν αὐτῇ καὶ ἀνάπλους εἰς αὐτὴν ἀνὰ τὸν
                            Λυδίαν· Ἄξιος ποταμὸς, Ἐχέδωρος ποταμὸς, Θέρμη πόλις, Αἴνεια Ἑλληνὶς,
                            Παλλήνη ἄκρα μακρὰ εἰς τὸ πέλαγος ἀνατείνουσα, καὶ πόλεις αἵδε ἐν τῇ
                            Παλλήνῃ Ἑλληνίδες· Ποτίδαια ἐν τῷ μέσῳ τὸν ἰσθμὸν ἐμφράττουσα, Μένδη,
                            Ἄφυτις, Θραμβηῒς, <pb n="53"/> Σκιώνη, Κανάστραιον τῆς Παλλήνης ἱερὸν
                            ἀκρωτήριον. Ἔξω δὲ τοῦ ἰσθμοῦ πόλεις αἵδν· Ὄλυνθος Ἑλληνὶς, Μηκύβερνα
                            Ἑλληνὶς, Σερμυλία Ἑλληνὶς καὶ κόλπος Σερμυλικὸς, Τορώνκ πόλις Ἑλληνὶς
                            καὶ λιμὴν, Δῖον Ἑλληνὶς, Θύσσὸς Ἑλληνὶς, Κλεωναὶ Ἑλληνὶς, Ἄθως ὄρος,
                            Ἀκρόθωοι Ἑλλκνὶς, Χαραδροῦς Ἑλληνὶς, Ὀλόφυξος Ἑλληνὶς, Ἄκανθος Ἑλληνὶς,
                            Ἄλαπτα Ἑλληνὶς, Ἀρέθουσα Ἑλληνὶς, Βολβὴ λίμνη, Ἀπολλωνία Ἑλληνίς. Εἰσὶ
                            δὲ καὶ ἄλλαι Μακεδονίας ἐν μεσογεία πολλαί. Ἔστι δὲ κολπώδης· παράπλους
                            δὲ περὶ τοὺς κόλποως δύο ἡμερῶν. Μετὰ δὲ Μακεδονίαν <pb n="54"/> Στρυμὼν
                            ποταμός οὗτος ὁρίξει Μακεδονίαν καὶ Θρᾴκην.</p></div></div></div></body></text></TEI>