65. ΜΑΓΝΗΤΕΣ. Ἔθνος ἐστὶ Μαγνήτων παρὰ θάλατταν, καὶ πόλεις αἵδε· Ἰωλκὸς, Μεθώνη, Κορακαὶ, Σπάλαυθρα, Ὀλιζὼν, Ἴσαι λιμήν. Ἔξω δὲ τοῦ κόλπου Παγασητικοῦ Μελίβοια, Ῥιζοῦς, Εὐρυμεναὶ, Μύραι. Ἐνμεσογεία δὲ ἐποικοῦσιν ἔθνος Περραιβοὶ, Ἕλληνες. Μέχρι ἐνταῦθά ἐστιν ἀπὸ Ἀμβρακίας συνεχὴς ἡ Ἑλλάς· ἐκιεικῶς δὲ καὶ ἡ ἐπὶ θαλάττῃ πᾶσα ἐν Ἑλλάδι ὁμοίως ἐστί.