62. ΜΗΛΙΕΙΣ. Μετὰ δὲ Φωκεῖς εἰσὶ Μηλιεῖς καὶ ὁ κόλπος ὁ Μηλιεύς. (Ἐν τούτῳ τῷ κόλπῳ εἰσὶν οἱ Λιμοδωριεῖς καλούμενοι οἵδε Ἐρινεὸς, Βοῖον, Κυτίνιον). Ἐνταῦθα Θερμοπύλαι, Τραχὶς, Οἴτη, Ἡράκλεια, Σπερχειὸς ποταμός. ΜΑΛΙΕΙΣ. Μετὰ δὲ Μηλιεῖς Μαλιεῖς ἔθνος. Ἔστι δὲ Μαλιεῦσιν ἡ πρώτη κόλεις Λάμια, ἐσχάτη δὲ Ἐχῖνος εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Μαλιεῦσι, μέχρι οὗ ὁ κόλπος ἐπιθίγῃ. Καὶ τῇ Μαλιέων χώρα ἐποικοῦσιν ἄνωθεν ἀπὸ μεσογείας Αίνιᾶνες, καὶ διʼ αὐτῶν ῥεῖ ὁ Σπερχειὸς ποταμός.