60. ΛΟΚΡΟΙ. Μετὰ δὲ Βοιωτούς εἰσι Λοκροὶ ἔθνος. Καί εἰσι κατʼ Εὔβοιαν αὐτοῖς πόλεις αἵδε· Λάρυμνα, Κῦνος, Ὀποῦς, Ἀλόπη· εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ Λοκροῖς. Παράπλους δὲ τῆς χώρας αὐτῶν στάδια σ΄.