59. ΒΟΙΩΤΟΙ. Μετὰ δὲ Ἀθήνας εἰσὶ Βοιωτοὶ ἔθνος· καθήκουσι γὰρ καὶ οὗτοι ἐπὶ ταύτην τὴν θάλασσαν. Καί ἐστιν ἐν αὐτῇ πρῶτον ἱερὸν Δήλιον, Αὐλὶς ἱερὸν, Εὔρεπος, τεῖχος, Ἀνθηδὼν τεῖχος, Θῆβαι, Θεσπιαὶ, Ὀρχομενὸς ἐν μεσογείᾳ. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις. Παράπλους δὲ τῆς Βοιωτίας χώρας ἀπὸ Δηλίου μέχρι τῶν Λοκρῶν ὁρίων στάδια σν΄.