58. ΝΗΣΟΙ ΚΥΚΛΑΔΕΣ. Κατὰ δὲ τὴν Ἀττικήν εἰσι νῆσοι αἱ Κυκλάδες καλούμεναι, καὶ πόλεις αἵδε ἐν ταῖς νήσοις Κέως (αὕτη τετράπολις· Ποιήεσσα πόλις καὶ λιμὴν, Κορησσία, Ἰουλὶς, Καρθαία)· s Ἑλένη· Κύθνος νῆσος καὶ πόλις· Σέριφος νῆσος καὶ πόλις καὶ λιμήν· Σίφνος· Πάρος λιμένας ἔχουσα δύο, ὧν τὸν ἕνα κλειστόν· Nάξος· Δῆλος· Ῥήνη· Σῦρος· Μύκονος (αὔτη δίπολις)· Τῆνος καὶ λιμήν· Ἄνδρος καὶ λιμήν. Αὗται μὲν αἱ Κυκλάδες νῆσοι. Ὑπὸ δὲ ταύταις ἕτεραι νῆσα αὅδε πρὸς νότον· Ἴος καὶ λιμήν (ἐν ταύτῃ Ὅμηρος τέθαπται)· Ἀμοργὸς, αὕτη τρίπολις καὶ λιμήν· Ἴκαρος, δίπολις. Μετὰ δὲ Ἄνδρον Εὔβοια νῆσος· αὕτη τετράπολις· εἰσὶ δὲ ἐν αὐτῇ Κάρυστος, Ἐρέτρια καὶ λιμὴν, Χαλκὶς καὶ λιμὴν, Ἑστίαια καὶ λιμήν. Ἡ δὲ Εὔβοια ἀπὸ Κηναίου Διὸς ἱεροῦ ἐπὶ Γεραιστὸν, Ποσειδῶνος ἱερὸν, ἔχει στάδια ατν΄· τὸ δὲ πλάτος στενή ἐστιν ἡ Εὔβοια. Ἐρέτριαν Σκῦρος καὶ πόλις· Ἴκος, αὕτη δίπολις Πεπτάρηθος, αὕτη τρίπολις καὶ λιμήν· Σκίαθος, αὕτη δίπολις καὶ λιμήν. Μετὰ ταῦτα ἐπάνειμι πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἐξετραπόμην.