55. ΚΟΡΙΝΘΙΑ. Μετὰ δὲ Ἐκίδαυρον ἡ Κορινθίων χώρα ἐστὶν ἡ πρὸς ἠῶ, καὶ τεῖχος Κεγχρειαὶ καὶ ἰσθμὸς, οὗ ἱερὸν Ποσειδῶνος. Ἐνταῦθα ἡ Πελοπόννησος λήγει. Ἔστι δὲ καὶ ἔξω τοῦ ἰσθμοῦ χώρα Κορινθίοις, καὶ τεῖχος Σιδοῦς καὶ ἕτερον τεῖχος Κρεμμυών. Παράπλους δὲ τῆς Κορινθίων χώρας μέχρι τῶν ὁρίων τῶν Μεγαρέων στάδια τ΄.