51. ΕΡΜΙΩΝ. Μετὰ δὲ ταύτην Ἑρμιὼν πόλις ἐστὶ καὶ λιμήν. Ταύτης δὲ περίπλους σταδίων π΄. Μετὰ δὲ Ἑρμιόνα Σκύλλαιόν ἐστιν ἀκρωτήριον τοῦ κόλπου τοῦ πρὸς ἰσθμόν· ἔστι δὲ τὸ Σκύλλαιον τῆς Τροιζηνίας. Καταντικρὺ δὲ αὐτοῦ ἐστὶ Σούνιον ἀκρωτήριον τῆς Ἀθηναίων χώρας. Κατὰ δὲ τοῦτό ἐστι νῆσος Βέλβινα καὶ πόλις. Τούτου τοῦ κόλπου ἀπὸ πούτου τοῦ στόματος εἴσω εἰς τὸν ἰσθμὸν στάδιά ἐστι ψμ΄. Ἔστι δὲ ὁ κόλπος οὗτος αὐτὸς κατὰ στόμα εὐθύτατος.