49. ΑΡΓΟΣ. Μετὰ δὲ Λακεδαίμονα πόλις ἐστὶν Ἄργος, καὶ ἐν αὐτῇ Ναυπλία πόλις καὶ λιμήν· ἐν μεσογείᾳ δὲ Κλεωναὶ καὶ Μυκῆναι καὶ Τίρυνς. Παράπλους τῆς Ἀργείας χώρας κύκλῳ (ἔστι γὰρ κόλπος ὁ Ἀργολικὸς καλούμενος) στάδια ρν΄.