<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="47"><p>47. ΚΡΗΤΗ. Κατὰ Λακεδαίμονα νῆσος κεῖται Κρήτη· ἐγγυτάτω γὰρ Λακεδαίμων
                            κεῖται τῆς Εὐρώτης. Διάπλους δὲ ἀπὸ Λακεδαίμονος ἕως ἐπὶ τὸ ἀκρωτήριον
                            τῆς Κρήτης, ἐφ’ ᾧ ἐστὶ πόλις Φαλάσαρνα, ἡμέρας δρόμος. Ἀπὸ δὲ Φαλασάρνων
                            Κριοῦ μέτωπόν <pb n="42"/> ἐστιν ἀκρωτήριον. Πρὸς νότον δὲ ἄνεμον πλοῦς
                            εἰς Λιβύην, ἐπὶ Χερρονήσου δὲ τὰς Ἁλιάδας τὰς Κυρηναίων πλοῦς ἡμέρας καὶ
                            νυκτός. Ἔστι δὲ ἡ Κρήτη μακρὰ στάδια βφ΄, στενὴ δὲ, καὶ τέταται ἀπὸ
                            ἡλίου δυσμῶν πρὸς ἡλίου ἀνατολάς. Οἰκοῦσι δὲ ἐν Κρήτῃ Ἕλληνες, οἱ μὲν
                            ἄποικοι Λακεδαιμονίων, οἱ δὲ Ἀργείων, οἱ δὲ Ἀθηναίων, οἱ δὲ ἀπὸ τῆς
                            Ἑλλάδος τῆς ἄλλης ὁπόθεν ἔτυχεν. Εἰσὶ δέ τινες αὐτῶν καὶ αὐτόχθονες.
                            Πόλεις πολλαὶ ἐν Κρήτῃ. <del>ΡΗΤΗΣ ΘΕΣΙΣ.</del>
                            <gap reason="omitted"/>ὡς ἀκρωτηρίῳ ἐστὶ πρώτη πόλις πρὸς ἥλιον δυόμενον
                            ἡ προειρημένη Φαλασάρνα καὶ λιμὴν κλειστός· Πολυρρηνία, <pb n="43"/> καὶ
                            διήκει ἀπὸ βορέου πρὸς νότον· Δικτυνναῖον Ἀρτέμιδος ἱερὸν πρὸς βορέαν
                            ἄνεμον, τῆς χώρας Περγαμίας πρὸς νότον δὲ Ὑρτακίνα· Κυδωνία καὶ λιμὴν
                            κλειστὸς πρὸς βορέαν· ἐν μεσογεία δὲ Ἔλυρος πόλις· πρὸς νότον δὲ Λίσσα
                            πόλις καὶ λιμὴν παρὰ Κριοῦ μέτωπον· κρὸς βορέαν δὲ ἄνεμον ἡ Ἀπτεραία
                            χώρα· εἶτα ἡ Λαμπαία, καὶ διήκει αὕτη ἀμφοτέρωθεν, καὶ ποταμὸς Μεσάπιος
                            ἐν αὐτῇ ἐσιί· <gap reason="omitted"/> μετὰ δὲ Ὀσμίδαν Ἐλεύθερναι πρὸς
                            βορέαν· πρὸς νότον δὲ Σύβριτα· <gap reason="omitted"/> καὶ λιμήν· πρὸς
                            νότον Φαιστός· πρὸς βορέαν Ὀαξὸς καὶ Κνωσσός· πρὸς δὲ νότον Γόρτυνα,
                            Ῥαῦκος· ἐν μεσογείᾳ <pb n="44"/> δὲ Λύκτος, καὶ διήκει αὕτη ἀμφοτέρωθεν·
                            πρὸς βορέαν δὲ ἄνεμον ὄρος Κάδιστον καὶ λιμὴν ἐν αὐτῷ Ὀλοῦς καὶ πᾶν <gap reason="omitted"/>· Πραισὸς διήκει ἀμφοτέρωθεν· Γρᾶνος ἀκρωτήριον
                            Κρήτης πρὸς ἥλιον ἀνίσχοντα. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις ἐν Κρήτῃ· λέγεται
                            δὲ εἶναι ἑκατόμπολις.</p></div></div></div></body></text></TEI>