<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="46"><p>46. ΛΑΚΕΔΑΙΜΩΝ. <gap reason="omitted"/> Λακεδαίμων ἔθνος, καὶ πόλεις ἐν
                            αὖτῇ εἰσὶν αἵδε· Ἀσίνη, Μοθώνη, Ἀχίλλειος λιμὴν <pb n="41"/> καὶ
                            ἀντίπυγος τούτου Ψαμαθοῦς λιμήν. Τούτων ἀμφοτέρων ἐν μέσῳ προέχον εἰς
                            θάλασσαν ἱερὸν Ποσειδῶνος, Ταίναρος· καὶ Λᾶς πόλις καὶ λιμὴν ,Γύθειον ἐν
                            ᾧ νεώριον, καὶ τεῖχος, καὶ ποταμὸς Εὐρώτας, καὶ Βοΐα πόλις, καὶ Μαλέα
                            ἄκρα. <del>ΚΥΘΗΡΑ.</del> Κατὰ ταύτην κεῖται Κύθηρα νῆσος καὶ πόλις καὶ
                            λιμήν. Κατὰ δὲ ταύτην ἐστὶ Κρήτη νῆσος. Μετὰ δὲ ταύτην τὴν προειρημένην
                            ἄκραν Μαλέαν Σίδη πόλις καὶ λιμὴν, Ἐπίδαυρος πόλις καὶ λιμὴν, Πρασία
                            πόλις καὶ λιμὴν, Μέθανα πόλις καὶ λιμήν. Εἰσὶ δὲ καὶ ἄλλαι πολλαὶ πόλεις
                            Λακεδαιμονίων. Ἐν μεσογείᾳ δʼ ἐστὶ Σπάρτη καὶ ἄλλαι πολλαί. Παράπλους δὲ
                            τῆς Λακεδαιμονίων χώρας ἡμερῶν τριῶν.</p></div></div></div></body></text></TEI>