45. ΜΕΣΣΗΝΗ. Μετὰ δʼ Ἀρκαδίαν ἐστὶν ἔθνος Μεσσήνη, καὶ πόλεις ἐν αὐτῇ αἵδε· (πρώτη Μεσσήνη καὶ λιμήν·) Κυπάρισσος ἀπέχουσα ἀπὸ θαλάττης στάδια ζ΄, Ἰθώμη ἐν μεσογείᾳ ἀπέχουσα ἀπὸ θαλάττης στάδια π΄. Παράαλους δέ τῆς Μεσσηνίας χώρας στάδια τ΄.