43. ΗΑΙΣ. Μετὰ δὲ Ἀχαιοὺς Ἦλίς ἐστιν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ αἵδε· Κυλλήνη καὶ λιμὴν, καὶ ποταμὸς Ἀλφειός· ἔστι δὲ καὶ ἄλλη συνοικία πόλεων Ἦλις ἐν μεσογείᾳ. Κατὰ ταύτην τὴν χώραν ἐστὶ νῆσος Ζάκυνθος, ἐν ᾗ καὶ πόλις καὶ λιμήν. Παρέπλους δὲ τῆς Ἠλςίων χώρας ἄχρι ἐπὶ τοὺς Λεπρεατῶν στάδια ψ΄.