37. ΦΩΚΕΙΣ. Μετὰ δὲ Λοκρούς εἰσιν Φωκεῖς ἔθνος κατὰ τὸ Κιρραῖον πεδίον, καὶ τὸ ἱερὸν τοῦ Ἀπόλλωνος καὶ Δελφοὶ πόλις καὶ Ἀντίκυρα πόλις, οὗ βέλτιστα ἑλλεβορίζονται. Παράπλους δὲ τῆς Φωκέων χώρας ἥμισυ ἡμέρας.