36. ΛΟΚΡΟΙ. Μετὰ δὲ Αἰτνωλοὺς Λοκροί εἰσιν ἔθνος, ἐν οἷς εἰσὶν Ὀζόλαι καλούμενοι, καὶ πόλεις αἵδε· Εὐάνθις, Ἄμφισσα. Εἰσὶ δὲ καὶ τούτοις πόλεις ἐν μεσογεία. Παράπλους δʼ ἐστὶ τῆς Λοκρῶν χώρας τὸ ἥμισυ ἡμέρας.