35. ΑΙΤΩΑΙΑ. Μετὰ δὲ Ἀκαρνανίαν Αἰτωλία ἐστὶν ἔθνος, καὶ πόλεις ἐν αὐτῇ εἰσὶν αἵδε Καλυδὼν, Ἁλίκαρνα, Μολύκρεια· καὶ ὁ Δελφικὸς κόλπος· στόμα δὲ τοῦ κόλπου ἐστὶ στάδια ι΄, καὶ ἐπʼ αὐτοῦ ἱερόν· καὶ Ναύπακτος πόλις· καὶ ἐπʼ αὐτῇ πόλεις εἰσὶν ἄλλαι πολλαὶ Αἰιωλοῖς ἐν μεσογείᾳ. Παράπλους δʼ ἐστὶ τῆς Αἰτωλίας ἡμέρας μιᾶς. Ἡ δὲ Αἰτωλία παράκει τὴν Λοκρίδα πᾶσαν ἀπὸ μεσογείας μέχρι Αἰνιανῶν.