<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0065.tlg001.1st1K-grc1"><div type="textpart" subtype="chapter" n="1"><div type="textpart" subtype="section" n="34"><p>34. ΑΚΑΡΝΑΝΙΑ. Μετὰ δὲ Ἀμβρακίαν Ἀκαρνανία ἔθνος ἐστὶ, καὶ πρώτη πόλις
                            αὐτόθι Ἄργος τὸ Ἀμφιλοχικὸν καὶ Ἀνακτόριον καὶ λιμὴν, καὶ ἔξω τοῦ
                            Ἀνακτορικοῦ κόλπου αἵδε· Ἀκτὴ καὶ πόλις Λευκὰς καὶ λιμήν· αὕτη ἀνέχει
                            ἐπὶ τὸν Λευκάταν, ὅ ἐστιν ἀκρωτήριον πόρρωθεν ἐν τῇ θαλάττῃ<gap reason="omitted"/>. Αὕτη ἡ πόλις τὸ πρὶν καὶ Ἐπιλευκάδιοι
                            ὠνομάζοντο. Ἀκαρνᾶνες δὲ στασιάσαντες ἔλαβον ἐκ Κορίνθου ἐποίκους
                            χιλίους· οἱ δὲ ἔποικοι ἀποκτείναντες, τούτων τὴν χώραν αὐτοὶ ἔχουσιν.
                            Αὔτη δʼ ἐστὶ νῦν νῆσος τὸν ἰσθμὸν ἀποτεταφρευμένη <del>Εὔριπος Διόρυκτος
                                ἐν τῷ ἰσθμῷ</del>. Μετὰ <pb n="37"/> δὲ ταῦτα πόλις Φαρὰ καὶ κατὰ
                            ταῦτα νῆσός ἐστιν Ἰθάκη, καὶ πόλις καὶ λιμήν· μετὰ ταῦτα νῆσος
                            Κεφαληνία. Ἐκάνειμι δὲ πάλιν ἐπὶ τὴν ἤπειρον, ὅθεν ἀπέλιπον. Μετὰ ταῦτα
                            πόλις Ἀλυξία, καὶ κατὰ ταύτην νῆσος Κάρνος, καὶ πόλις Ἀστακὸς καὶ λιμὴν
                            καὶ ποταμὸς Ἀχελῷος καὶ Οἰνιάδαι πόλις· καὶ εἰς ταύτας (τὰς πόλεις)
                            ἀνάπλους ἐστὶ κατὰ τὸν Ἀχελῷον. Εἰσὶ δὲ καὶ ἄλλαι πόλεις Ἀκαρνάνων ἐν
                            μεσογεία. Παράπλους δὲ Ἀκαρνανίας ἐστὶν ἡμερῶν δύο<gap reason="omitted"/>. Ἡ δὲ Ἀκαρνανία ἐστὶ πᾶσα εὐλίμενος· καὶ κατὰ ταῦτα νῆσοι παράκεινται
                            πολλαὶ, ἂς ὁ Ἀχελῷος προσχωννύων ἤπειρον ποιεῖ. Καλοῦνται Ἐχινάδες αἱ
                            νῆσοι· εἰσὶ δὲ ἔρημοι.</p></div></div></div></body></text></TEI>