33. ΑΜΒΡΑΚΙΑ. Μετὰ δὲ Μολοττίαν Ἀμβρακία πόλις Ἑλληνίς· ἐπέχει δὲ αὕτη ἀπὸ θαλάττης στάδια π΄. Ἔστι δὲ καὶ ἐπὶ θαλάττης τεῖχος καὶ λιμὴν κλειστός. Ἐντιεῦθεν ἄρχεται ἡ Ἑλλὰς συνεχὴς εἶναι μέχρι Πηνειοῦ ποταμοῦ καὶ Ὁμολίου Μαγνητικῆς πόλεως, ἥ ἐστι παρὰ τὸν ποταμόν. Παράπλους δὲ τῆς Ἀμβρακίας σταδίων ρκ΄.