30. ΘΕΣΠΡΩΤΟΙ. Μετὰ δὲ Χαονίαν Θεσπρωτοί εἰσιν ἔθνος. Οἰκοῦσι δὶ καὶ οὗτοι κατὰ κώμας· ἔστι δὲ καὶ αὕτη εὐλίμενος. Ἐνταῦθά ἐστι λιμὴν, ᾧ ὄνομα Ἐλαία. Εἰς τοῦτον τὸν λιμένα ποταμὸς ἐξίησιν Ἀχέρων· καὶ λίμνη Ἀχερουσία, ἐξ ἧς ὁ Ἀχέρων ῥεῖ ποταμός. Παράπλους δὲ τῆς Θεσπρωτίας ἥμισυ ἡμέρας.