27. (ΩΡΙΚΟΙ. Οἱ δὲ Ὠρικοὶ κατοικοῦσι τῆς Ἀμαν αφ. τίας χώρας.) Οἱ δὲ (Ἀμαντιεῖς) εἰσὶ μέχρι ἐνταῦθα Ἰλλυριοὶ ἀπὸ Βουλινῶν, Τὸ δε στόμα τοῦ Ἰονίου κόλπου ἐστὶν ἀπὸ Κεραυνίων ὀρῶν μέχρι ἄκρας Ἰαπυγίας. Ἐπὶ δὲ Ὑδρόεντα πόλιν ἐν τῇ Ἰαπυγίᾳ ἀπὸ τῶν Κεραυνίων στάδια τοῦ διάπλου ὡς φ΄, ὅ ἐστι τὸ στόμα τοῦ κόλπου· τὰ δὲ ἐντὸς ὁ Ἰόνιος. Λιμένες εἰσὶ πολλοὶ ἐν τῷ Ἀδρίᾳ· τὸ δὲ αὐτὸ Ἀδρίας ἐστὶ καὶ Ἰόνιος.