26. ΤΑΥΑΑΝΤΙΟΙ. Ταυλαντίων δέ ἐστι τὸ Ἰλλυρικὸν ἔθνος, ἐν ᾧ ἡ Ἐπίδαμνός ἐστι, καὶ ποταμὸς παρὰ τὴν πόλιν παραρρεῖ, ᾧ ὄνομα Πάλαμνος. Ἐκ δὲ Ἐκιδάμνου εἰς Ἀπολλωνίαν πόλιν Ἑλληνίδα δὸς ἡμερῶν δύο. Ἡ δὲ Ἀπολλωνία ἀπὸ τῆς θαλάττης ἀπέχει στάδια, s καὶ ποταμὸς Αἴας παραρρεῖ τὴν πόλιν. Ἀπὸ δὲ Ἀπολλωνίας εἰς Ἀμαντίον ἐστὶ στάδια τκ΄. Καὶ ὁ Αἴας ποταμὸς ἀπὸ τοῦ Πίνδου ὄρους παρὰ τὴν Ἀπολλωνίαν παραρρεῖ . Πρὸς δʼ Ἀμαντίας εἴσω μᾶλλον εἰς τὸν Ἰόνιον Ὠρικός. Τῆς Ὠρικίας καθήκει εἰς θάλατταν στάδια π΄, τῆς δὲ Ἀμαντίας στάδια ξ΄. Ἄπασιν ὅμοροι ἐν μεσογεία Ἀτιντᾶνες ὑπὲρ τῆς Ὠρικίας καὶ Καρίας μέχρι Δωδωνίας. Ἐν τῇ Κέστριδι χώρᾳ εἶναι λέγεται πεδίον, ὄνομα Ἐρύθεια. Ἐνταῦθα ὁ Γηρυόνης λέγεται ἥκειν, καὶ τοὺς βοῦς βουκολεῖν. Κατὰ ταῦτά ἐστι τὰ Κεραύνια ὄρη ἐν τῇ Ἡπείρῳ, καὶ νῆσος παρὰ ταῦτά ἐστι μικρὰ, ᾗ ὄνομα Σάσων. Ἐντεῦθεν εἰς Ὠρικὸν πόλιν ἐστὶ παράπλους ἡμέρας τρίτον μέρος.