<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div type="edition" xml:lang="grc" n="urn:cts:greekLit:tlg0064.tlg001.1st1K-grc1"><div type="textpart" subtype="paragraph" n="13"><p>13. Περιπλεύσαντες δὲ ταῦτα ἡμέρας δύο ἐγινόμεθα <pb n="10"/> ἐν θαλάττης
                        χάσματι ἀμετρήτῳ, ἦς ἐπὶ θάτερα πρὸς τῇ γῇ πεδίον ἦν· ὅθεν νυκτὸς ἀφεωρῶμεν
                        πῦρ ἀναφερόμενον πανταχόθεν κατʼ ἀποστάσεις, τὸ μὲν πλέον, τὸ δʼ
                        ἔλαττον.</p></div><div type="textpart" subtype="paragraph" n="14"><p>14. Ὑδρευσάμενοι δ’ ἐκεῖθεν ἐπλέομεν εἰς τοὔμπροσθεν ἡμέρας πέντε παρὰ γῆν,
                        ἄχρι ἤλθομεν εἰς μέγαν κόλπον, ὃν ἔφασαν οἱ ἑρμηνέες καλεῖσθαι Ἑσπέρου
                        Κέρας. Ἐν δὲ τούτῳ νῆσος ἦν μεγάλη καὶ ἐν τῆ <pb n="11"/> νήσῳ λίμνη
                        θαλασσώδης, ἐν δὲ ταύτῃ νῆσος ἑτέρα, εἰς ἣν ἀποβάντες ἡμέρας μὲν οὐδὲν
                        ἀφεωρῶμεν ὅτι μὴ ὕλην, νυκτὸς δὲ πυρά τε πολλὰ καιόμενα, καὶ φωνὴν <pb n="12"/> αὐλῶν ἠκούομεν κυμβάλων τε καὶ τυμπάνων πάταγον καὶ κραυγὴν
                        μυρίαν. Φόβος οὖν ἔλαβεν ἡμᾶς, καὶ οἱ μάντεις ἐκέλευον ἐκλείπειν τὴν
                        νῆσον.</p></div><div type="textpart" subtype="paragraph" n="15"><p>15. Ταχὺ δʼ ἐκπλεύσαντες παρημειβόμεθα χώραν διάπυρον θυμιαμάτων μεστ<supplied reason="omitted">ήν·
                            μέγιστ</supplied>οι 
                        <!-- supplevit [] -->
                        δʼ ἀπʼ αὐτῆς <pb n="13"/> πυρώδεις ῥύακες ἐνέβαλλον εἰς
                        τὴν θάλατταν. Ἡ γῆ δ’ ὑπὸ θέρμης ἄβατος ἦν.</p></div></div></body></text></TEI>