Ἔδοξε Καρχηδονίοις Ἅννωνα πλεῖν ἔξω Στηλῶν Ἡροκλείων καὶ πόλεις κτίζειν Λιβυφοινίκων. Καὶ ἔπλευσε πεντηκοντόρους ἑξήκοντα ἄγων, καὶ πλλῆθος ἀνδρῶν καὶ γυναικῶν εἰς ἀριθμὸν μυριάδων τριῶν καὶ σἶτα καὶ τὴν ἄλλην παρασκευήν. 2. Ὡς δʼ ἀναχθέντες τὰς Στήλας παρημείψαμεν καὶ ἔξω πλοῦν δυοῖν ἡμερῶν ἐπλεύσαμεν, ἐκτίσαμεν πρώτην πόλιν, ἥντινα ὠνομάσαμεν Θυμιατήριον· πεδίον δʼ αὐτῇ μέγα ὑπῆν. 3. Κἄπειτα πρὸς ἑσπέραν ἀναχθέντες ἐπὶ Σολόεντα, Λιβυκὸν ἀκρωτήριον λάσιον δένδρεσι, συνήλθομεν.