τὰν δ’ Ὠχεανοῦ παρὰ παγαῖς Ζανὸς παράκοιτιν Ὀλυμπίου λευκώλενον εὐρέσι κόλποις Ἥραν ἐτιθήνατο Τηθύς. κορυφαῖσι δὲ κρατὸς ἐν ἀφθίτου ἐλόχευσε κόρας ἄτρομον φυὰν Κρονίδας, μέγ’ ἄριστος Ὀλυμπίων, τὰν ἐγρεκύδοιμον ᾿Αθάναν. τὰν δ’ ἁμετέραν θεὸν ὀλβίαν ὁ γέρων λιπαραῖσιν ἐν ἀγκάλαις πρώταν ἐλόχευσεν Ὁφίων. ὅτ’ ἐπαύσατο μὲν σκότιον χάος ἀνέτειλέ τε λαμπέτις ἀὼς καὶ παμφαὲς ἀελίου σέλας. τότε καὶ Ποδάγρας ἐφάνη κράτος. ὅτε γὰρ λαγόνων σε τεκοῦσα Μοῖρα Κλωθὼ τότ’ ἔλουσεν, ἐγέλασσεν ἅπαν σέλας οὐρανοῦ, μέγα δ’ ἔκτυπεν εὔδιος αἰθήρ· τὰν δ’ εὐγλαγέτοις ἐνὶ μαξοῖς εὔολβος ἐθρέψατο Πλούτων. Πόδαγρος Τίσιν δὲ τελεταῖς ὀργιάξει προσπόλους; Χόρος Οὐχ αἷμα λάβρον προχέομεν ἀποτομαῖς σιδάρου, οὐ τριχὸς ἀφέτου λυγίζεται στροφαῖσιν αὐχήν, οὐδὲ πολυκρότοις ἀστραγάλοις πέπληγε νῶτα, οὐδ’ ὠμὰ λακιστὰ κρέα σιτούμεθα ταύρων· ὅτε δὲ πτελέας ἔαρι βρύει τὸ λεπτὸν ἄνθος καὶ πολυκέλαδος κόσσυφος ἐπὶ κλάδοισιν ᾄδει, τότε διὰ μελέων ὀξὺ βέλος πέπηγε μύσταις, ἀφανές, κρύφιον. δεδυκὸς ὑπὸ μυχοῖσι γυίων,