μολὼν θύραζε καὶ πρὸς ἡλίου φάος ἀθόλωτον αὔραν πνεύματος φαιδροῦ σπάσον· δέκατον γὰρ ἤδη τοῦτο πρὸς πέμπτῳ φάει, ἐξ οὗ ζόφῳ σύγκλειστος ἡλίου δίχα εὐναῖς ἐν ἀστρώτοισι τείρομαι δέμας. ψυχὴ μὲν οὖν μοι καὶ προθυμία πάρα βάσεις ἀμείβειν ἐπὶ θύρας ὡρμημένῳ, δέμας δὲ νωθρὸν οὐχ ὑπηρετεῖ πόθοις. ὅμως δʼ ἐπείγου, θυμέ, γιγνώσκων ὅτι πτωχὸς ποδαγρῶν, περιπατεῖν μὲν ἂν θέλῃ καὶ μὴ δύνηται, τοῦτον ἐν νεκροῖς τίθει. ἀλλʼ εἶα. τίνες γὰρ οἵδε βάκτρα νωμῶντες χεροῖν, κάρηνα φύλλοις ἀκτέας καταστεφεῖς; τίνι δαιμόνων ἄγουσι κωμαστὴν χορόν; μῶν, Φοῖβε Παιάν, σὸν γεραίρουσιν σέβας; ἀλλʼ οὐ στέφονται Δελφίδος φύλλῳ δάφνης. ἢ μή τις ὕμνος Βακχίῳ κωμάζεται; ἀλλ’ οὐκ ἔπεστι κισσίνη σφραγὶς κόμαις. τίνες ποθ’ ἡμῖν, ὦ ξένοι, βεβήκατε; αὐδᾶτε καὶ πρόεσθε νημερτῆ λόγον. τίς δ’ ἔστιν, ἣν ὑμνεῖτε, λέξατ’, ὦ φίλοι. Χόρος Σὺ δ’ ὢν τίς ἡμᾶς καὶ τίνων προσεννέπεις; ὡς γάρ σε βάκτρον καὶ βάσις μηνύετον, μύστην ὁρῶμεν τῆς ἀνικήτου θεᾶς. Πόδαγρος Εἶς εἰμι κἀγὼ τῆς θεᾶς ἐπάξιος; Χόρος Τὰν μὲν Κυπρίαν Ἀφροδίταν σταγόνων προπεσοῦσαν ἀπ’ αἰθέρος ἀνεθρέψατο χόσμιον ἁρμογὰν ἁλίοις ἐνὶ κύμασι Νηρεύς.