οὐδὲ στροβητὴ λαίλαπος τόσση βία. μὴ κάρχαρον πορθεῖ με δῆγμα Κερβέρου; μή τίς μ’ ἐχίδνης ἰὸς ἀμφιβόσκεται, ἢ διαβρεχὴς ἰχῶρι Κενταύρου πέπλος; ἐλέαιρ’, ἄνασσα, φάρμακον γὰρ οὔτ’ ἐμὸν οὔτ’ ἄλλο δύναται σὸν ἀναχαιτίσαι δρόμον, ψήφοις δὲ πάσαις πᾶν ἔθνος νικᾶς βροτῶν. Ποδάγρα Παύσασθε.βάσανοι,καὶπόνους μειώσατε τῶν μετανοούντων εἰς ἐμὴν ἔριν μολεῖν. γινωσκέτω δὲ πᾶς τις ὡς μόνη θεῶν ἄτεγχτος οὖσα φαρμάκοις οὐ πείθομαι. Χόρος Οὔτε Διὸς βρονταῖς Σαλμωνέος ἤρισε βία, ἀλλ’ ἔθανε ψολόεντι δαμεῖσα θεοῦ φρένα βέλει, οὐκ ἐρίσας ἐχάρη Φοίβῳ σάτυρος Μαρσύας, ἀλλὰ λιγὺ ψαίρει κείνου περὶ δέρμα πίτυϊ. πένθος ἀείμνηστον δι’ ἔριν τοκὰς ἔσχε Νιόβη. ἀλλ’ ἔτι μυρομένη προχέει πολὺ δάκρυ Σιπύλῳ. Μαιονία δ’ Ἀράχνη Τριτωνίδος ἦλθεν ἐς ἔριν, ἀλλ’ ὀλέσασα τύπον καὶ νῦν ἔτι νήματα πλέκει· οὐ γὰρ ἴσον μακάρων ὀργαῖς θράσος ἐστὶ μερόπων, ὡς Διός, ὡς Δητοῦς, ὡς Παλλάδος, ὡς Πυθίου. ἤπιον. ὦ πάνδημε, φέροις ἄλγημα, Ποδάγρα, κοῦφον, ἐλαφρόν, ἄδριμυ, βραχυβλαβές, ἀνώδυνον, εὔφορον, εὔληκτον, ὀλιγοδρανές, εὐπερίπατον. Πολλαὶ μορφαὶ τῶν ἀτυχούντων, μελέται δὲ πόνων καὶ τὸ σύνηθες τοὺς ποδαγρῶντας παραμυθείσθω. ὅθεν εὐθύμως, ὦ σύγκληροι, λήσεσθε πόνων, εἰ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη,