Μύστης με σιγᾶν ὅρκος οὐκ ἐᾷ φράσαι. καὶ λοισθία θνήσκοντος ἐντολὴ πατρός, ὃς ἔταξε κεύθειν φαρμάκου μέγα σθένος, ὃ καὶ σὲ παύειν οἶδεν ἠγριωμένην. Ποδάγρα Εἶτ’ ὦ κατάρατοι καὶ κακῶς ὀλούμενοι, ἔστιν τις ἐν γῇ φαρμάκου δρᾶσις τόση, ὃ χρισθὲν οἶδε τὴν ἐμὴν παῦσαι βίαν; ἀλλ’ εἶα. τήνδε σύμβασιν συνθώμεθα, καὶ πειράσωμεν εἴτε φαρμάκου σθένος ὑπέρτερον πέφυκεν εἴτ’ ἐμαὶ φλόγες. δεῦτ’, ὦ σκυθρωπαί, πάντοθεν ποτώμεναι βάσανοι, πάρεδροι τῶν ἐμῶν βακχευμάτων, πελάζετ’ ἆσσον· καὶ σὺ μὲν ποδῶν ἄκρους φλέγμαινε ταρσοὺς δακτύλων ποδῶν ἄχρι, σὺ δὲ σφυροῖς ἔμβαινε, σὺ δὲ μηρῶν ἄπο ἐς γόνατα λεῖβε πικρὸν ἰχώρων βάθος, ὑμεῖς δὲ χειρῶν δακτύλους λυγίζετε. Πόνοι Ἴδ’, ὡς ἔταξας πάντα σοι δεδράκαμεν· κεῖνται βοῶντες οἱ ταλαίπωροι μέγα, ἅπαντα γυῖα προσβολῇ στρεβλούμενοι. Ποδάγρα Φέρετ’, ὦ ξένοι, μάθωμεν ἀτρεκέστατον, εἰ χρισθὲν ὑμᾶς φάρμακον τόδ’ ὠφελεῖ. εἰ γὰρ σαφῶς τόδ’ ἐστὶν ἀντίξουν ἐιιοί, λείπουσα γαῖαν εἰς μυχοὺς εἶμι χθονός, ἄϊστος, ἀφανής, πύματα Ταρτάρου βαθη. Ἰατρός Ἰδού, κέχρισται, κοὐ χαλᾷ φλογμὸν πόνων. Πόδαγρος Οἴμοι, παπαῖ γε, τείρομαι, διόλλυμαι, ἅπαν πέπαρμαι γυῖον ἀσκόπῳ κακῷ· οὐ Ζεὺς κεραυνοῦ τοῖον αἰωρεῖ βέλος, οὐδεὶς θαλάσσης τοῖα μαίνεται κλύδων,